τὴν προητοιμασμένην ἡμῖν λύτρωσίν τε καὶ σωτη ρίαν, πάλιν ἀναστάντες, ἀθάνατοι διαμείνωμεν, ὅταν αὐτὸς ὑπὲρ ἡμῶν ἀρχὴ τῶν ὁδῶν κτισθῇ, καὶ ὁ πρω τότοκος τῆς κτίσεως γένηται πρωτότοκος ἀδελφῶν, καὶ αὐτὸς ἀπαρχὴ τῶν νεκρῶν ἀναστῇ. Τοῦτο Παῦ λος ὁ μακάριος ἀπόστολος γράφων διδάσκει· τὸ 26.308 γὰρ ἐν ταῖς Παροιμίαις, Πρὸ τοῦ αἰῶνος, καὶ, Πρὸ τοῦ τὴν γῆν γενέσθαι, διερμηνεύων, οὕτω φησὶ πρὸς μὲν Τιμόθεον· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς καὶ καλέ σαντος κλήσει ἁγίᾳ· οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰω νίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαν τος μὲν τὸν θάνατον, φωτίσαντος δὲ τὴν ζωήν. Πρὸς δὲ τοὺς Ἐφεσίους· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καθὼς ἐξελέ ξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Πῶς οὖν ἐξελέξατο, πρὶν γενέσθαι ἡμᾶς, εἰ μὴ, ὡς αὐτὸς εἴρηκεν, ἐν αὐτῷ ἦμεν προτετυπωμένοι; Πῶς δὲ ὅλως, πρὶν ἀνθρώπους κτισθῆναι, ἡμᾶς προώ ρισεν εἰς υἱοθεσίαν, εἰ μὴ αὐτὸς ὁ Υἱὸς πρὸ τοῦ αἰῶνος τεθεμελίωτο, ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν; Ἢ πῶς, ὡς ἐπιφέρει λέγων ὁ Ἀπόστολος, ἐκληρώθημεν προορισθέντες, εἰ μὴ αὐτὸς ὁ Κύριος, πρὸ τοῦ αἰῶνος ἦν θεμελιωθεὶς, ὥστε αὐτὸν πρόθεσιν ἔχειν ὑπὲρ ἡμῶν πάντα τὸν καθ' ἡμῶν κλῆρον τοῦ κρίματος ἀναδέξασθαι διὰ τῆς σαρκὸς, καὶ λοι πὸν ἡμᾶς ἐν αὐτῷ υἱοποιηθῆναι; Πῶς δὲ καὶ πρὸ χρό νων αἰωνίων ἐλαμβάνομεν, μήπω γεγονότες, ἀλλ' ἐν χρόνῳ γεγονότες, εἰ μὴ ἐν τῷ Χριστῷ ἦν ἀπο κειμένη ἡ εἰς ἡμᾶς φθάνουσα χάρις; διὸ καὶ ἐν τῇ κρίσει, ὅταν ἕκαστος κατὰ τὴν πρᾶξιν ἀπολαμβά νῃ, φησί· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πῶς οὖν ἢ ἐν τίνι, πρὶν γενέσθαι ἡμᾶς, ἡτοιμάσθη, εἰ μὴ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰῶνος εἰς τοῦτο θεμελιωθέντι, ἵν' ἡμεῖς, ὡς ἐπ' αὐτὸν ἐποικοδομούμενοι, μεταλάβωμεν, ὡς λίθοι εὐάρμοστοι, τῆς παρ' αὐτοῦ ζωῆς τε καὶ χάριτος. Τοῦτο δὲ γέγονεν, ὥς γε μετρίως ἐπέρχεταί τινι νοεῖν εὐσεβῶς, ἵνα, καθὰ προεῖπον, ἀναστάντες ἀπὸ τοῦ πρὸς ὀλίγον θανάτου, αἰωνίως ζῆσαι δυνη θῶμεν· οὐκ ἂν δυνηθέντες ἄνθρωποι τυγχάνοντες ἀπὸ 26.309 γῆς, εἰ μὴ πρὸ τοῦ αἰῶνος ἦν προετοιμασθεῖσα ἡμῖν ἐν Χριστῷ ἡ τῆς ζωῆς καὶ σωτηρίας ἐλπίς. Οὐκ οῦν εἰκότως ἐπιβαίνων ὁ Λόγος εἰς τὴν ἡμετέραν σάρκα, καὶ ἐν αὐτῇ κτιζόμενος ἀρχὴ ὁδῶν εἰς ἔργα αὐτοῦ, θεμελιοῦται οὕτως, ὥσπερ ἦν ἐν αὐτῷ τὸ βού λημα τοῦ Πατρὸς, καθάπερ εἴρηται, πρὸ τοῦ αἰῶνος, καὶ πρὸ τοῦ τὴν γῆν γενέσθαι, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πρὸ τοῦ τὰς πηγὰς προελθεῖν· ἵνα κἂν ἡ γῆ, καὶ τὰ ὄρη, καὶ τὰ σχήματα τῶν φαι νομένων παρέλθῃ ἐν τῇ συντελείᾳ τοῦ ἐνεστῶτος αἰῶνος, μὴ κατ' αὐτὰ παλαιωθῶμεν καὶ ἡμεῖς· ἀλλὰ δυνηθῶμεν καὶ μετὰ ταῦτα ζῇν, ἔχοντες τὴν πρὸ τού των ἑτοιμασθεῖσαν ἡμῖν ἐν αὐτῷ τῷ Λόγῳ, κατ' ἐκλο γὴν, ζωήν τε καὶ εὐλογίαν πνευματικήν. Οὕτω γὰρ δυνησόμεθα μὴ πρόσκαιρον ἔχειν ζωὴν, ἀλλὰ με τὰ ταῦτα διαμεῖναι ζῶντες ἐν Χριστῷ· ἐπειδὴ καὶ πρὸ τούτων, ἡ ζωὴ ἡμῶν ἐτεθεμελίωτο καὶ ἡτοίμαστο ἐν Χριστῷ Ἰησοῦ. Οὐδὲ γὰρ οὐδὲ ἐν ἄλλῳ θεμελιωθῆναι τὴν ζωὴν ἡμῶν ἔπρεπεν ἢ ἐν τῷ Κυρίῳ τῷ πρὸ αἰώνων ὄντι, δι' οὗ καὶ οἱ αἰῶνες γεγόνασιν, ἵν' ὡς ἐν αὐτῷ αὐτῆς οὔσης, δυνηθῶμεν καὶ ἡμεῖς αἰώνιον κληρονομῆσαι ζωήν. Ἀγαθὸς γὰρ ὁ Θεός· ἀγαθὸς δὲ ὢν ἀεὶ, τοῦτο βεβούληται, γινώσκων τὴν ἡμετέραν ἀσθενῆ φύσιν χρῄζουσαν τῆς παρ' αὐτοῦ βοηθείας τε καὶ σωτηρίας. Καὶ ὥσπερ ἂν εἴ τις ἀρχιτέκτων σο φὸς, προθέμενος οἰκίαν οἰκοδομεῖν, βουλεύεται ἅμα, ἵνα, ἐάν ποτε καὶ φθαρῇ μετὰ τὸ γενέσθαι ταύ την, πάλιν
83