καλῶς δὲ αὐ τοὺς πεπεδημένους εἶπε δι' ὧν ἔπασχον ταῦτα. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Εἰ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντι, πολλῷ πλέον χαρήσονται συμπάσης ἐλευθε ρωθείσης τῆς γῆς. Εἰ δὲ οὐρανὸς ἐπὶ τῇ τῶν ἀν θρώπων χαίρει σωτηρίᾳ, καὶ αἰνεῖ ἐπὶ τούτῳ τὸν Θεόν· πολλῷ μᾶλλον καὶ αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα· διὸ προσέθηκε· Θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. Τοῦτό φησιν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Τὸ δὲ, ἐν αὐτοῖς, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη θήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Τίνα φησὶν εἶναι τὴν Σιὼν ἢ τὴν ἁγίαν Ἐκκλησίαν, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ διεγηγερμέναι δηλονότι τῶν ἀνθρώπων ψυχαί; Πεσοῦσαι γὰρ ἦσαν ὅτε ἠγνόουν τὸν Θεόν. Αὗται δέ εἰσιν αἱ διὰ τῆς ἐξομολογήσεως ἀνεγερθεῖσαι. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμη νεύεται. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν αὐτάς. Οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι· τοῦτο γὰρ ἐπήγαγεν. Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατα σκηνώσουσιν ἐν αὐτῇ. ∆οῦλοι μὲν αὐτοῦ οἱ ἅγιοι ἀπόστολοι, ὡς Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ· σπέρμα δὲ αὐτῶν οἱ δι' αὐτῶν εἰς Χριστὸν πιστεύσαντες. Εἰς τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυῒδ, ΞΘʹ. Εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με Κύριον. Ὑπόθεσις. Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῆς ἀνθρωπότη τος, ἀξιούσης εἰς τὸ βοηθεῖν αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀντικειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφραν θῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, κ.τ.λ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν. ∆ιαμάρ τοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ.τ.λ. Καὶ πάλιν κἀνταῦθα ἐν τοῖς παροῦσι στίχοις ἐπαρᾶται μὲν τοῖς αὐτὸν ἐπιβουλεύουσι, καὶ θέλουσιν αὐτὸν κακῶς παθεῖν· καὶ λέγει πρὸς αὐτούς· Οἱ τοῖς ἐμοῖς κακοῖς ἐφηδόμενοι τράποιντο εἰς φυγὴν μετὰ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι. Οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι διὰ τὴν τοῦ θανάτου κατάραν ἐπιχαρέντες 27.316 Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτω χίᾳ συζῶν, τῆς δικαιοσύνης οὐκ ἔχω τὸν πλοῦτον· διὸ τῆς σῆς ἐπικουρίας ἱκετεύω τυχεῖν. Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. Ἐπάκουσον ὅτι τά χιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν. Τῷ ∆αυῒδ ΨΑΛΜΟΣ, εἰς τὸ τέλος, τῶν υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ἀνεπίγραφος παρ' Ἑβραίοις. Οʹ. Ὑπόθεσις. Οἱ υἱοὶ τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς τε καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες ἀκριβεῖς, καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι Θεὸν τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὲ καὶ ἡ πρώτη τῆς Ἱερουσαλὴμ ὑπὸ Χαλδαίων αἰχμαλωσία γεγένηται. Σχοῖεν δ' ἂν οὗτοι πρόσ ωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος διὰ τῶν πρὸς αὐτοὺς εἰ ρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τού των τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερου σαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσ άγονται οὖν οὗτοι οἱ θεοφιλεῖς, τουτέστιν ὁ ἀποστο λικὸς χορὸς, διὰ τοῦ προκειμένου ψαλμοῦ εὐχήν τε καὶ εὐχαριστίαν ὑπὲρ ἑαυτῶν ἀναφέροντες τῷ Θεῷ, ἐφ' οἷς θλιβομένους αὐτοὺς ἀπό τε τῶν διω κόντων
86