πρὸ πάντων βουνῶν γεννᾷ με· ἵνα ἐν μὲν τῷ λέ γειν πρὸ πάσης κτίσεως (τὴν γὰρ πᾶσαν κτίσιν ἐν τούτοις ἐδήλωσε·) δείξῃ, ὅτι μὴ κατ' οὐσίαν συνεκτί σθη τοῖς ἔργοις. Εἰ γὰρ εἰς τὰ ἔργα ἐκτίσθη, πρὸ δὲ τῶν ἔργων ἐστὶ, δῆλον, ὅτι καὶ πρὸ τοῦ ἐκτίσθαι ἐστίν. Οὐκ ἄρα τῇ φύσει καὶ οὐσίᾳ κτίσμα ἐστὶν, ἀλλ', ὡς αὐτὸς ἐπήγαγε, γέννημά ἐστι. Τί δὲ διαφέ ρει ἢ πῶς διέστηκε τὴν φύσιν κτίσμα γεννήμα τος, δέδεικται ἐν τοῖς ἔμπροσθεν. Ἐπειδὴ δὲ ἐπάγει λέγουσα, ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, εἰδέναι χρὴ, ὅτι οὐχ ὡς μὴ δι' αὐτῆς ἑτοιμάζοντος τὸν οὐρανὸν τοῦ Πατρὸς, ἢ τὰ ἄνω νέφη, ταῦτά φησιν· οὐ γὰρ ἀμφίβολον, ὅτι πάντα ἐν Σοφίᾳ ἐκτίσθη, καὶ χωρὶς αὐτῆς ἐγένετο οὐδὲ ἕν· ἀλλὰ τοῦτό ἐστιν ὃ λέ γει· Πάντα μὲν ἐν ἐμοὶ καὶ δι' ἐμοῦ γέγονε· χρείας δὲ οὔσης ἐγκτίζεσθαι σοφίαν τοῖς ἔργοις, τὴν μὲν οὐσίαν ἤμην σὺν τῷ Πατρὶ, τῇ δὲ πρὸς τὰ γε νητὰ συγκαταβάσει, ἤμην ἁρμόζουσα τὸν παρ' ἐμοὶ τύπον τοῖς ἔργοις, ὥστε καὶ ὡς ἑνὶ σώματι πάντα τὸν κόσμον μὴ στασιάζειν, ἀλλ' ὁμονοεῖν πρὸς ἑαυτόν. Ὅσοι μὲν οὖν ὀρθῇ τῇ διανοίᾳ κατὰ τὴν ἑαυ τοῖς δοθεῖσαν σοφίαν θεωροὶ τῶν κτισμάτων γί νονται, δύνανται λέγειν καὶ αὐτοί· Τῇ διατάξει σου διαμένει τὰ πάντα· οἱ δὲ τούτου κατολιγωρήσαντες ἀκούσονται· Φάσκοντες εἶναι σοφοὶ, ἐμωράν θησαν· τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιή μασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύνα μις καὶ θεότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἀλλ' ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα 26.320 τὰ πάντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶ νας, ἀμήν. Καὶ ἐντραπήσονταί γε ἀκούοντες· Ἐπει δὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, κατὰ τὸν προειρη μένον τρόπον, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεὸν, ηὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Οὐκ έτι γὰρ, ὡς ἐν τοῖς προτέροις χρόνοις, δι' εἰκόνος καὶ σκιᾶς τῆς σοφίας, τῆς ἐν τοῖς κτίσμασιν οὔσης, ἠθέλησε γινώσκεσθαι ὁ Θεός· ἀλλ' αὐτὴν τὴν ἀληθι νὴν Σοφίαν ἐποίησε σάρκα λαβεῖν, καὶ γενέσθαι ἄν θρωπον, θάνατόν τε ὑπομεῖναι σταυροῦ, ἵνα διὰ τῆς ἐν τούτῳ πίστεως πάντες λοιπὸν οἱ πιστεύοντες σώ ζεσθαι δύνωνται. Ἡ αὐτὴ μέντοι Σοφία τοῦ Θεοῦ ἐστιν, ἥτις πρότερον μὲν διὰ τῆς ἐν τοῖς κτίσμασιν εἰκόνος ἑαυτῆς, δι' ἣν καὶ λέγεται κτίζεσθαι, ἐφανέρου ἑαυτὴν, καὶ δι' ἑαυτῆς τὸν ἑαυτῆς Πατέρα· ὕστερον δὲ αὐτὴ, οὖσα Λόγος, γέγονε σὰρξ, ὡς εἶ πεν ὁ Ἰωάννης, καὶ μετὰ τὸ καταργῆσαι τὸν θάνα τον καὶ σῶσαι τὸ γένος ἡμῶν ἔτι καὶ πλέον ἀπεκάλυ ψεν ἑαυτόν τε καὶ δι' ἑαυτοῦ τὸν ἑαυτοῦ Πατέρα, λέ γων· ∆ὸς αὐτοῖς, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐπληρώθη γοῦν πᾶσα ἡ γῆ τῆς γνώσεως αὐ τοῦ· μία γὰρ γνῶσις Πατρὸς δι' Υἱοῦ ἐστι, καὶ Υἱοῦ παρὰ Πατρὸς, καὶ χαίρει τούτῳ ὁ Πατήρ· καὶ τῇ χα ρᾷ ταύτῃ εὐφραίνεται ἐν τῷ Πατρὶ ὁ Υἱὸς, λέγων· Ἐγὼ ἤμην, ᾗ προσέχαιρε· καθ' ἡμέραν δὲ ηὐ φραινόμην ἐν προσώπῳ αὐτοῦ. Ταῦτα δὲ δείκνυσι πάλιν μὴ εἶναι τὸν Υἱὸν ἀλλότριον, ἀλλ' ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας. Ἰδοὺ γὰρ οὐ δι' ἡμᾶς, ὡς οἱ ἀσεβεῖς λέγουσι, γέγονεν, οὐδὲ ὅλως ἐξ οὐκ ὄντων ἐστίν· οὐδὲ γὰρ ἔξωθεν ἑαυτῷ ὁ Θεὸς περιεποιήσατο χαρᾶς ποιητικόν· ἀλλ' ἰδίου καὶ ὁμοίου γνώρισμά ἐστι τὸ λεγόμενον. Πότε οὖν ἦν ὅτε οὐκ ἔχαιρεν ὁ Πατήρ; Εἰ δὲ ἀεὶ ἔχαιρεν, ἀεὶ ἦν ἐν ᾧ ἔχαιρεν. Ἐν τίνι δὲ ὁ Πατὴρ χαίρει, ἢ βλέπων ἑαυτὸν ἐν τῇ ἰδίᾳ εἰκόνι, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ; Εἰ δὲ καὶ ἐν υἱοῖς ἀνθρώπων ηὐφραίνετο τὴν οἰκουμένην συντε λέσας, ὡς ἐν αὐταῖς ταῖς Παροιμίαις γέγραπται, ἀλλὰ καὶ τοῦτο τὴν αὐτὴν ἔχει διάνοιαν. Ηὐφραί νετο γὰρ καὶ οὕτως, οὐκ ἐπιγενομένης αὐτῷ χαρᾶς, ἀλλὰ πάλιν βλέπων κατὰ τὴν ἑαυτοῦ εἰκόνα γενόμενα τὰ ἔργα· ὥστε καὶ τὸ οὕτω χαίρειν τὸν Θεὸν τῆς εἰκόνος αὐτοῦ τὴν πρόφασιν εἶναι. Πῶς δὲ καὶ ὁ Υἱὸς εὐφραίνεται, ἢ βλέπων ἑαυτὸν ἐν τῷ Πατρί; Ἴσον γάρ ἐστι καὶ τοῦτο
86