διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Μέγα θάρσος τῆς πεποιθήσεως αὐτῷ προβάλλεται, τὴν ἐπὶ τῷ Θεῷ ἐλπίδα. Ἐν τῇ δι καιοσύνῃ σου ῥῦσαί με. ∆ικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι' οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρ τίας εἰς φθοράν. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Εἰδὼς ὁ ἀποστολικὸς χορὸς, ὡς αὐτὸς ἐπήγγελται τοῖς εἰς αὐτὸν πιστεύουσιν ἔσεσθαι τεῖχος πυρὸς κυκλόθεν, τὴν τοιαύτην ὑπόσχεσιν ἔργῳ εἰς ἑαυτὸν πληροῦσθαι παρακαλεῖ. Ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. Αὐτὸς γάρ ἐστιν ἡ πέτρα, ἐφ' ἣν οἱ οἰ κοδομηθέντες τὸν θεμέλιον ἔχομεν· καὶ αὐτὸς τὸ τεῖ χος τὸ συνέχον ἡμᾶς, πρὸς τὸ μηδὲν παθεῖν ἐξ ἐπι δρομῆς κακῶν. Ἀπάλλαξόν με, φησὶ, τούτων τῶν κρατούντων, καὶ ὑπὸ τὴν δουλείαν ὥσπερ χειρί τινι ἀγόντων ἀνδρῶν, ἁμαρτίας πεπληρωμένων, ἀνόμων τε καὶ ἀδίκων. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Τοῦ ἁμαρτωλοῦ, τῶν Ἰουδαίων φησιν· αὐτὸς γὰρ ἦν ὁ καὶ παράνομος καὶ ἄδικος· παράνομος μὲν, ὅτι τοὺς ἀθώους κατέκρινεν· ἄδικος δὲ, ὅτι οὐδεμίαν εἰς αὐτοὺς εἶχεν εὔλογον πρόφασιν. 27.317 Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλ πίς μου ἐκ νεότητός μου. Ῥῦσαί με, φησὶν, ἐξ αὐτοῦ τοῦ παρανόμου λαοῦ, διότι καὶ διὰ σὲ τὰ τοι αῦτα ὑπομένω καὶ διὰ τὴν εἰς σὲ ἐλπίδα, ἣν ἐδεξάμην ἐκ τῆς πρώτης καὶ ἐξ ἀρχῆς μου διὰ σοῦ γεννήσεως, κατὰ τὸ εἰρημένον· Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός. ∆είκνυ σιν, ὡς ὁ Χριστὸς δι' ὃν τὰ τοιαῦτα ὑπέμενον, αὐτός ἐστιν ὁ καὶ ἔτι κυομένους αὐτοὺς ἐν γαστρὶ τῇ δη μιουργικῇ ἑαυτοῦ προνοίᾳ ἐξαγαγὼν εἰς φῶς. Ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐπει δὴ, φησὶ, σὺ αὐτὸς ὁ Κύριος, καὶ ἐν τῇ κοιλίᾳ τῆς μητρός μου ἔτι ὄντα ἔσκεπες τῇ θείᾳ σου δυνάμει, καὶ ἐῤῥύσω ἐκ τοῦ παρανομοῦντος λαοῦ· τούτου χά ριν καὶ αὐτὸς ἐγὼ, ἅτε τῆς οὕτω συνεχοῦς ᾐσθημένος εὐεργεσίας, οὐ παύομαι τοὺς εἰς σὲ ὕμνους ἀναπέμπων διηνεκῶς. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Σὲ ὑμνῶν καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγε νόμην περίβλεπτος. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς. Τέρας μὲν τὸ παράδοξον καὶ μέγα τι φησίν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ ἤρθην ὑψοῦ, φησὶ, καὶ μέγας τις καὶ ἐξαίρετος ἐν τοῖς πολλοῖς τεθάρση μαι ἔθνεσιν· ἀλλ' οὐκ οἰκείᾳ δυνάμει τὸ τοιοῦτον ἔσχον ἀγαθόν. Σὺ γὰρ ἦς αὐτὸς ὁ κράτιστόν με καὶ γενναῖον διὰ τῆς σαυτοῦ βοηθείας ποιῶν. Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου. Ἐπειδὴ τῶν τοιούτων ὑπαρχθεισῶν μοι εὐεργεσιῶν, ἄνθρωπος ὢν, οὐ δύνα μαι τὰς ἀξίας ἀποδοῦναι ἀμοιβάς· τούτου χάριν ἐκ τῆς σῆς σοφίας αἰνέσεώς μου τὸ στόμα πληρωθῆναι ἀξιῶ· οὕτω γὰρ καὶ μόλις τὴν σὴν δόξαν ὑμνῆσαι δυνήσομαι. Ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἐπειδὰν, πληρωθέντος μου τοῦ στόματος αἰνέ σεως, φησὶ, τὴν σὴν δόξαν ἄρξωμαι ὑμνεῖν, ὑμνήσω καὶ διὰ πάσης ἡμέρας τὴν μεγαλοπρέπειάν σου. ∆ό ξαν δὲ ἣν ἐπὶ γῆς ἐποιήσατο οἰκονομίαν φησὶ, δι' ἧς ἐπλήρωσε τὴν γῆν τῆς δόξης αὐτοῦ. Μεγαλοπρέπειαν δὲ τὴν θεότητα λέγει, δι' ἧς πάντα ἐκεῖνα ἀνομαλῶς εἰργάσατο. [Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. ∆υνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν· πῶς δὲ δυνατὸν δια παντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου, οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ, διαπαντὸς, οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵνα ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας Τριάδος.] Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως. Γῆρας ἐν ταῦθα τὴν ἀσθένειάν φησι. Λέγει οὖν, ὅτι Μὴ γένοιτο, ὦ ∆έσποτα, καιρὸς καθ' ὃν ἀσθενὴς ὢν ἐπιδειχθείην!
87