Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπε σεῖν. Αὐτὸς γάρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλεί 27.320 πειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπῃς με, Κύριε· ἀλλὰ ἀνακά λεσαι πάλιν ὡς φιλάνθρωπος. Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ, Ὅτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦν τος Θεοῦ. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ. Ἐπειδὴ τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλ λοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιθε μένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστρα φήσονται, ἅτε ματαίας εὑρόντες, ἃς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἢ αἱ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν; Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. ∆ιὰ τῆς ὑμνολογίας τῶν δι' αὐτῶν σωζομένων. Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου. Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ ∆έσποτα, τὴν σὴν φέρειν δικαιοσύνην οὐ παύομαι. ∆ικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου. ∆ιαπαντὸς μνη σθήσομαι, φησὶ, τῆς οἰκονομίας δι' ἧς ἡμῖν τὴν σωτηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας. Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κε κελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπει δὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο. Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυ νάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δι καιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιοσύνης, δι' ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας. Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξ ελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγένημαι· ἀλλ' ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλ λοις ἀπήγγειλα. Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέ γων αὐτοῖς· Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέ 27.321 ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγεί λω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με, φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ ∆έσποτα, τότε γε νήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπι φέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιο σύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ· δικαιο σύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. Ἀπαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐ ρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι; Εὐχαριστεῖ ἐφ' οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυ ται διὰ Χριστοῦ τῆς φθορᾶς. Ὅσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἵων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας
88