ἐπ' ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς με τὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ' ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. ∆ιὸ πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεν νήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ. Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελὴς ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου ἐξελη λυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ' ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστά σεως δεδωρημένης. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οὕτω, φησὶν, ἐμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπι τήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆ ναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλον ότι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναν τίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητὴ κιθάρα κληθείη δικαίως. Ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικὰ, ὡς δυσκατόρ θωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδο νῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθο ρᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ. 27.324 Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶ σι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἰσχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, ∆έσποτα. Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυῒδ εἰς Σαλομῶνα. ΟΑʹ. Ὑπόθεσις. Παρουσία Χριστοῦ διὰ τῶν παρόντων κατασημαίνε ται, καὶ κλῆσις ἐθνῶν. Εἰς Σαλομὼν δὲ ἐπιγέγρα πται ὁ ψαλμός. Οὗτος γάρ ἐστιν ἀληθὴς Σαλομὼν ὁ εἰρηναῖος, διότι καὶ πεποίηκεν ἓν ἀμφότερα, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσεν. Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Κέκριταί σοι, φησὶν, ὦ Πάτερ, τὸν μονογενῆ σου Υἱὸν ἐπιλάμ ψαι τοῖς ἐπὶ γῆς. Τοῦτο οὖν, φησὶ, τὸ πάλαι κριθὲν, εἰς πέρας ἀγέσθω. Καὶ τὴν δικαιοσύνην τῷ υἱῷ τοῦ βασιλέως. Αὐτὸς ὢν ἡ δικαιοσύνη τοῦ Πατρὸς, δικαιοσύνην λέγεται εἰληφέναι διὰ τὸ ἀνθρώπινον. Αὐτὸς δέ ἐστιν ὁ Χριστὸς καὶ ὁ βασιλεὺς, καὶ ὁ υἱὸς τοῦ βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύ νῃ. Αὕτη τῆς ἐνανθρωπήσεως ἡ αἰτία τὸ κρῖναι τὴν καθ' ἡμῶν πλεονεξίαν τοῦ Σατανᾶ· διὸ καὶ μέλλων σταυροῦσθαι ἔφασκε· Νῦν ἡ κρίσις ἐστὶ τοῦ κό σμου τούτου· ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκ βληθήσεται ἔξω. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ὄρη καὶ βουνοὺς ἐνταῦθα τὰς εὐαγγελικὰς δυνάμεις φησὶ, τὰς πάλαι μὲν, διὰ τὴν κεχυμένην ἀσέβειαν, μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους ἀναλαμβάνειν κε λευομένας. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. Πένητας τῶν ἐξ εἰδωλολατρῶν πατέρων φησὶ τῶν πτωχευόντων ἀπὸ παντὸς καλοῦ, καὶ καθόλου πάντων ἀνθρώπων τὸ γέ νος. Πάντες γὰρ ἐκκεκλίκασι κατὰ τὴν τοῦ ψαλμοῦ φωνήν. Καὶ ταπεινώσει συκοφάντην. Τὸν διάβολόν φησιν. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. Εἰς αἰῶνας, φησὶν, ἡ βασιλεία αὐτοῦ ἐκταθήσεται. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Οὗτος, φησὶν, ὁ βασιλεύσας ἐν τῇ παρουσίᾳ τῶν ἐπὶ τῆς γῆς, αὐτός ἐστιν ὁ καὶ πρὸ αἰώνων τῶν ὅλων δημιουργός. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἀψοφητὶ, φησί· τοῦτο δὲ εἶπε διὰ τὴν λαθραίαν αὐτοῦ παρουσίαν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Κατὰ γὰρ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ ἅπας πό λεμος ἀνῄρηται [Ambros. ἀνῄρητο] τῶν ἐθνῶν. Καὶ πλῆθος εἰρήνης ἕως οὗ
89