89
εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ μὲν προλα 61.122 βόντες ἔγραψαν, ἐκεῖνα ἂν εἶπεν· ἐπειδὴ δὲ οὐ μόνον οὐκ ἔγραψαν, ἀλλὰ καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. ∆ιὰ τί μὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο. ∆ιὸ σεμνοτέρως αὐτὸ παρέδραμεν, ὡς ἐν τοῖς ἔμπροσθεν δεδηλωμένον, κἀν τούτῳ αὔξων τὸ ἔγκλημα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολμᾶται παρ' αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ. ∆ιὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων· Τὸν οὕτω τοῦτο κατεργασάμενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε, Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χαλεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόματα ἀρκῇ πρὸς κατηγορίαν, δι' αὐτῶν πρόεισιν, οὐδὲν προστιθείς. Καὶ μή μοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν πάντων τὸ ἔγκλημα γέγονε. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁμαρτήματι (τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ' ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ' ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν, ἀλλ' ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ' ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται. Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος, σοφοῦ τινος ἴσως ὄντος, μέγα εἶναι τὸ χάρισμα τὸ πνευματικὸν ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει· τὸ δὲ καὶ χωρὶς ἁμαρτίας καθελεῖν, καὶ μηδὲν οὖσαν ἀποφῆναι τὴν σοφίαν τὴν ἔξωθεν, τοῦτο ἦν δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν. ∆ιὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάμενος, τότε καὶ τοῦ σφάλματος αὐτοῦ μέμνηται. Κἀκείνῳ μὲν οὐκ ἀξιοῖ διαλέγεσθαι (κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιμίας)· τούτοις δέ φησιν, ὅτι Ἔδει πενθεῖν ὑμᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύπτεσθαι· νῦν δὲ τοὐναντίον ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ τί γέγονεν ἵνα πενθήσωμεν, φησίν; Ὅτι εἰς τὸ κοινὸν ἡ διαβολὴ τῆς Ἐκκλησίας προεχώρησε. Καὶ ἵνα τί κατορθώσωμεν πενθήσαντες; Ἵνα ἐξαρθῇ ἐξ ὑμῶν ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τίθησιν αὐτοῦ τὸ ὄνομα, μᾶλλον δὲ οὐδαμοῦ, ὅπερ ἐπὶ τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαμεν. Καὶ οὐκ εἶπεν, Οὐχὶ μᾶλλον ἐξεβάλετε, ἀλλ', ὡς ἐπὶ νόσου τινὸς καὶ 61.123 λοιμοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης, Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτμηθῆναι. Καὶ οὐκ ἐγκαλεῖ, ὅτι οὐκ ἐδήλωσαν αὐτῷ, ἀλλ' ὅτι οὐκ ἐπένθησαν ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰ τὴν περιφάνειαν τοῦ πλημμελήματος. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι. βʹ. Ὅρα θυμόν· οὐδὲ ἀναμεῖναι αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ' ὥσπερ τινὰ λοιμὸν μέλλων ἀπελαύνειν, πρὶν ἢ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα, ἐπείγεται κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Ταῦτα δὲ ἔλεγεν, οὐ μόνον κατεπείγων αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ; Βαβαί! πόση τοῦ χαρίσματος ἡ δύναμις, ὅταν πάντας ὁμοῦ καὶ κατ' αὐτὸ εἶναι ποιῇ, καὶ τὰ πόῤῥωθεν εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν ὡς παρών· μή μοι ἀναβολὰς καὶ μελλήσεις λέγε· οὐδὲν γὰρ ἕτερον δεῖ γενέσθαι. Εἶτα ἵνα μὴ δόξῃ πολλὴ εἶναι ἡ αὐθεντία, μηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίματος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν οὕτω τοῦτο κατεργασάμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ