καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξα σε, λέγων μὲν τῷ προσερχομένῳ· Τί με λέγεις ἀγα θόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ἀποκρινό μενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ ἐν τῷ νόμῳ μείζων, ὅτι, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ τοῖς μὲν ὄχλοις λέγων· Ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαν τός με Πατρός· τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι, Ὁ Πατήρ μου μείζων μού ἐστι· καὶ, Ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με. Καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύ την τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; Ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν χριστομάχων, ὡς νομίζειν ὅτι, τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν, τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο! Οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται, ἀλλ' εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγα θὸς ὢν καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· Ἐγὼ Θεὸς μόνος· καὶ, Ἐγώ εἰμι· καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν. Καὶ ὥσπερ ἂν εἴ τις ἡμέρας οὔσης καὶ ἡλίου φαίνον τος ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι 26.337 τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι· Ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ· οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύ γασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Ἐγὼ μόνος Θεὸς, καὶ, Οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει ταῦτα λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα λελάληκεν· ἀλλ' οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί. Ἐγένετο γὰρ Λόγος Κυρίου πρὸς τὸν προφήτην, καὶ ταῦτα ἠκούετο. Εἰ δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι' αὐτοῦ ταῦτ' ἐλέγετο· καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ λέγει καὶ ποιεῖ· οὐκ ἄρα δι' αὐτὸν εἴρηται, ὦ θεομά χοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παρ' αὐτοῦ. Καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα, καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλ' ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἶπεν ἂν τοιαῦτα. Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι' αὐτόν ἐστι τὰ τοιαῦτα ῥητὰ, ἀλλ' εἰς ἀθέτησιν τοῦ ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ Λόγου σὺν αὐ τῷ, δι' οὗ τὰ πάντα ἐγένετο· οὐ γὰρ ἦν χρεία, μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον θεοὺς, τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναί ρεσιν τῶν μὴ ὄντων θεῶν. Ἐγὼ δ' ἂν εἴποιμι προσ θεὶς, ὅτι καὶ πρὸς τὴν τῶν χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν, ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι Θεὸν, οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώ του εἰκὼν καὶ υἱός. Ἐὰν τοίνυν καὶ μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἴρηται, ἀλλ' εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πα τὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύ ριος εὐθὺς συνῆψε, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν 26.340 Χριστόν. Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. Ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; Νῦν δὲ, συν
91