εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἷς Θεὸς ὁ Πατὴρ, ἐφ' ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι· καὶ ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυ μεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν τριάδι θεότητα φρονοῦμεν. Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλ' ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα καὶ ποίημα ὁ Λόγος· ἢ οὐκ ἔστι Θεὸς ἀληθι νὸς, διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ Θεὸν αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν Γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν, ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παρ' αὐ τῶν καὶ λεχθέντα Θεόν. Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενή τῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρ χονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γὰρ ἔστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε φύσεις καὶ τὰς ἐνεργείας. Οὕτω δὲ φρονοῦντες, πάντως καὶ πλείονας 26.356 συνάψουσι θεούς· τοῦτο γὰρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. ∆ιὰ τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, τῇ κτίσει λατρεύουσι παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, Οὐ λέγομεν δύω ἀγένητα, φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ, Οὐ λέγομεν δύο ἀγένητα, λέγουσι δύο θεοὺς, καὶ τούτους διαφό ρους ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον. Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ· οὐδ' οὕτω διαφέρουσιν Ἑλ λήνων. Ὅ τε γὰρ παρ' αὐτῶν λεγόμενος γενητὸς εἷς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι· καὶ οὗ τος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες. Ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν, τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. Εἷς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ, καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολ λοί· Θεὸς γάρ ἐστιν ὁ Λόγος, καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὥσπερ ὢν αὐτὸς ὁ Σωτὴρ, ἐδυσώ πει τοὺς Ἰουδαίους λέγων· Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐ τοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑω ράκατε· καὶ τὸν Λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα· ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει καλῶς, ἵνα δείξῃ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέ ξαντο τὸν Λόγον, ὅσπερ ἐστὶ τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ Ἰσραὴλ ἐκλήθη παρ' αὐτοῦ, ὡς ἡ 26.357 θεία Γραφὴ μαρτυρεῖ λέγουσα· Ἀνέτειλε δὲ ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο δὲ ἦν ὁ λέγων· Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· οὕτω γὰρ εἷς ἐστιν ὁ Θεὸς, καὶ μία ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις. Καὶ γὰρ τοῦ Λόγου ὄντος Θεοῦ, πάλιν Κύ ριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι. Τοῦ γὰρ ἑνὸς ἴδιος καὶ ἀδιαίρετός ἐστιν ὁ Υἱὸς κατὰ τὴν ἰδιότητα καὶ οἰκειότητα τῆς οὐσίας. Ἀλλ' οὐδ' οὕτως ἐντραπέντες οἱ Ἀρειανοί φα σιν· «Οὐχ ὡς ὑμεῖς λέγετε, ἀλλ' ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ
96