ὑμῶν τὰς προτέρας ὑμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν καὶ λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· καὶ πάλιν μετ' ὀλίγα· Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέ στειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κό σμος, ὅτι σύ με ἀπέστειλας.» Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· «Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πα τρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν αὐτὸν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ἐγὼ ἐν 26.360 τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε; Ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ ἡμεῖς ἐσμεν ἀλλότριοι.» Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦ σιν· ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κα κονοίᾳ βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων καὶ αὐτῶν κατ' ἐκεῖνον, Εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ· τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις, ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος. Ἀκού οντες γοῦν υἱοὺς χρηματίζοντας τοὺς ἀνθρώ πους, ἐνόμισαν καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆ ρος, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, πλανῶσιν ἑαυ τοὺς, καὶ θρασυνόμενοι νομίζουσιν οὕτως ἔσεσθαι ἑαυτοὺς, ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὐχ ὁρῶντες τὸ ἐκ τῆς τοιαύτης οἰήσεως γενόμενον τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πτῶμα. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴπομεν, ὁ αὐτός ἐστιν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐδὲν ἡμῶν διαφέ ρει ἡ χρόνῳ· ἔστω ἡμῖν ὅμοιος, καὶ τὴν αὐτὴν ἐχέτω χώραν παρὰ τῷ Πατρὶ, ἣν καὶ ἡμεῖς ἔχομεν· καὶ μήτε μονογενὴς, μήτε μόνος Λόγος, ἢ Σοφία τοῦ Πατρὸς λεγέσθω· ἀλλὰ κοινὸν ἔστω κατὰ πάν των ἡμῶν τῶν ὁμοίων τὸ αὐτὸ ὄνομα. ∆ίκαιον γὰρ, ὧν ἐστι φύσις μία, τούτων εἶναι καὶ τὸ ὄνομα κοι νὸν, κἂν τοῖς χρόνοις ἀλλήλων διαφέρωσιν. Ἄνθρω πος γὰρ ὁ Ἀδὰμ, ἄνθρωπος δὲ καὶ ὁ Παῦλος, ἄνθρωπος δὲ καὶ ὁ νῦν γενόμενος· καὶ οὐχ ὁ χρόνος ἀλλοιοῖ τὴν φύσιν τοῦ γένους. Εἰ τοίνυν καὶ ὁ Λόγος χρόνῳ μόνον ἡμῶν διαφέρει, ἔδει καὶ ἡμᾶς ὡς ἐκεῖ νον εἶναι. Ἀλλ' οὔτε ἡμεῖς Λόγος ἢ Σοφία, οὔτε ἐκεῖνος κτίσμα ἢ ποίημα τυγχάνει ὤν· ἐπεὶ διὰ τί οἱ πάντες ἐκ τοῦ ἑνὸς γεγόναμεν, καὶ μόνος ἐστὶν αὐτὸς Λόγος; Ἀλλὰ γὰρ, εἰ καὶ ἐκείνους λέγειν τοιαῦτα πρέπει, ἀλλ' ἡμῖν ἐνθυμεῖσθαι τὰς ἐκείνων βλασφημίας. Καὶ εἰ δὲ οὐδὲ περιεργάζεσθαί τι τῶν ῥητῶν ἐχρῆν πρὸς τὴν οὕτω φανερὰν καὶ εὐσεβῆ διάνοιαν, καὶ τὴν ἐν ἡμῖν ὀρθὴν πίστιν· ὅμως ἵνα καὶ ἐντεῦθεν δειχθῶσιν ἀσεβεῖς, φέρε συντόμως, ὡς παρὰ τῶν Πατέρων μεμαθήκαμεν, ἐκ τοῦ ῥητοῦ τὴν ἑτεροδοξίαν ἐκείνων ἐλέγξωμεν. Ἔθος τῇ θείᾳ 26.361 Γραφῇ τὰ κατὰ φύσιν ὄντα πράγματα, ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν· τοῦτο δὲ ποιεῖ, ἵν' ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν ἀνθρώπων κινήματα· καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ὡς ἐὰν παραγγέλλῃ· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἢ καὶ ὅταν, μεμφόμενος τοὺς οὕτω γενο μένους, λέγῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Καὶ ὁ
97