Σωτὴρ δὲ, τὸν μὲν Ἡρώδην δεικνὺς ὁποῖός ἐστιν, ἔλεγεν· Εἴπατε τῇ ἀλώπεκι ταύτῃ· τοῖς δὲ μαθηταῖς παρήγγελλεν· Ἰδοὺ ἀπο στέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνε σθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα τῇ φύσει γε νώμεθα κτήνη, ἢ γενώμεθα ὄφεις καὶ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ' ἵν' ἡμεῖς τῶν μὲν τὰς ἀλόγους ὁρμὰς φεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον ἵνα γινώσκον τες, μὴ ἀπατώμεθα παρ' αὐτοῦ, καὶ τῆς περι στερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώ ποις λαμβάνων, φησὶν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρ μονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς οἰκτίρ μων ἐστί· καὶ, Ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γινώμεθα πάλιν ὡς ὁ Πατήρ· γενέ σθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενομένους· ἀλλ' ὥσπερ οὐχ ἵνα μὴ γενώμεθα κτήνη, παρήγγειλε, Μὴ γίνεσθε ὡς ἵππος, ἵνα δὲ μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς, ἔλεγε, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ' ἵνα πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι' ἀνθρώπους, ἀλλὰ δι' αὐτὸν ποιῶμεν, ὥστε παρ' αὐτοῦ, καὶ μὴ παρ' ἀνθρώπων τὸν μισθὸν ἔχειν. Ὡς γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει, καὶ ἀληθινοῦ, καὶ μονογενοῦς, γινόμεθα καὶ ἡμεῖς υἱοὶ, οὐχ ὡς ἐκεῖ νος φύσει καὶ ἀληθείᾳ, ἀλλὰ κατὰ χάριν τοῦ καλέ σαντος· καὶ ἄνθρωποι τυγχάνοντες ἀπὸ γῆς, θεοὶ χρη 26.364 ματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος, ἀλλ' ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέ ται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρεμα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ τὰ παρ' αὐτοῦ τοῦ Θεοῦ κατὰ χάριν εἰς ἡμᾶς γενόμενα, ταῦτα καὶ ἡμεῖς μεταδι δῶμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐποιίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως, ὅτι τὰ παρ' αὐτοῦ διακονοῦμεν ἀλλή λοις. Ὥσπερ δὲ ταῦτα καλῶς καὶ ὀρθῶς διανοούμεθα, οὕτω καὶ τὸ κατὰ Ἰωάννην ἀνάγνωσμα τὴν αὐτὴν ἔχει διάνοιαν. Οὐ γὰρ ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς γενώμεθά φησι· πόθεν, ὅπου γε ὁ μὲν Λόγος καὶ σοφία τοῦ Θεοῦ ἐστιν, ἡμεῖς δὲ ἐκ γῆς ἐπλάσθημεν, καὶ ὁ μὲν φύσει καὶ τῇ οὐσίᾳ Λόγος καὶ Θεὸς ἀληθινός ἐστιν· οὕτω γὰρ καὶ ὁ Ἰωάννης φησίν· Οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ, Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀλη θινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος· ἡμεῖς δὲ θέσει καὶ χάριτι υἱοποιούμεθα δι' αὐτοῦ, μετέχοντες τοῦ Πνεύματος αὐτοῦ; Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. ∆ιὸ καὶ αὐ τὸς μὲν ἔστιν ἡ ἀλήθεια, λέγων· Ἐγώ εἰμι ἡ ἀλή θεια· ὅτε καὶ τῷ Πατρὶ αὐτοῦ προσομιλῶν ἔλε γεν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν γινόμεθα ἐνάρετοι καὶ υἱοί. Οὐκοῦν οὐχ ἵνα ὡς αὐτὸς γινώμεθα, ἔλε γεν, Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς, ἀλλ' ἵνα ὥσπερ ἐκεῖνος Λόγος ὢν ἔστιν ἐν τῷ ἰδίῳ Πατρὶ, οὕτως ἵνα καὶ ἡμεῖς, τύπον τινὰ λαβόντες, καὶ εἰς ἐκεῖνον βλέ ποντες, γενώμεθα ἓν πρὸς ἀλλήλους τῇ ὁμοψυχίᾳ, καὶ τῇ τοῦ πνεύματος ἑνότητι, μὴ διαφωνῶμέν τε, ὡς οἱ Κορίνθιοι, τὸ αὐτὸ δὲ φρονῶμεν, ὡς οἱ ἐν ταῖς Πράξεσι πεντακισχίλιοι, οἵτινες ὡς εἷς ἐτύγχανον ὄντες. Ὡς γὰρ υἱοὶ, οὐχ ὡς ὁ Υἱός· καὶ θεοὶ, οὐχ ὡς αὐτός· καὶ οἰκτίρμονες ὡς ὁ Πατὴρ, οὐχ ὡς ὁ Πατήρ. Ἀλλ' ὥσπερ εἴρηται, οὕτω γινόμενοι ἓν, καθ 26.365 ὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὐχ οὕτως ἐσόμεθα, ὡς ἔστι φύσει ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἀλλ' ὡς ἔχομεν φύσεως, καὶ δυνατὸν ἡμῖν ἐστιν ἐκεῖ θεν τυπωθῆναι καὶ μαθεῖν, πῶς ὀφείλομεν ἓν γενέ σθαι, ὥσπερ καὶ τὸ οἰκτείρειν ἐμάθομεν. Τὰ γὰρ
98