ὅμοια πρὸς τὰ ὅμοια πέφυκε τὴν ἕνωσιν ἔχειν· ἐπειδὴ καὶ πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ἡμῶν μὲν οὖν ἀνόμοιός ἐστιν ὁ Λόγος, τοῦ δὲ Πατρὸς ὅμοιος· διὰ τοῦτο ἐκεῖνος μὲν ἔστι φύσει καὶ ἀληθείᾳ ἓν μετὰ τοῦ ἑαυτοῦ Πατρός· ἡμεῖς δὲ ἀλλήλων ὄντες ὁμογενεῖς (ἐκ γὰρ ἑνὸς οἱ πάντες γεγόναμεν, καὶ μία πάντων ἀνθρώπων ἡ φύσις, ἓν πρὸς ἀλλή λους τῇ διαθέσει γινόμεθα, ἔχοντες ὑπογραμμὸν τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν ἑνότητα· καθά περ γὰρ τὴν πραότητα ἐξ ἑαυτοῦ ἐδίδασκε λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· οὐχ ἵνα ἐξισωθῶμεν αὐτῷ· ἀδύνατον γάρ· ἀλλ' ἵνα βλέποντες εἰς ἐκεῖνον διαμείνωμεν πρᾶοι διὰ παντός· οὕτω καὶ ἐνταῦθα θέλων ἡμᾶς ἀληθῆ καὶ βεβαίαν καὶ ἀδιάλυτον τὴν διάθεσιν ἔχειν πρὸς ἀλλή λους, ἐξ ἑαυτοῦ λαμβάνει τὸ παράδειγμα, καί φησιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς· ἀδιαίρετος δέ ἐστιν ἡ ἐν ἡμῖν ἑνότης· οὕτως ἵνα καὶ αὐτοὶ μα θόντες ἐξ ἡμῶν τὴν ἀδιαίρετον φύσιν, οὕτω καὶ τὴν πρὸς ἀλλήλους συμφωνίαν διαφυλάττωσιν· ἀσφαλε στέρα δὲ ἡ μίμησις ἐκ τῶν κατὰ φύσιν λαμβάνεται τοῖς ἀνθρώποις, ὥσπερ εἴρηται. Ἐπειδὴ γὰρ ταῦτα μὲν μένει, καὶ οὔποτε μεταβάλλεται, ὁ δὲ τῶν ἀνθρώπων τρόπος εὐμετάβλητος τυγχάνει· δύναται, πρὸς τὸ ἀμετάβλητον τῇ φύσει βλέπων, τὰ μὲν φαῦλα φεύγειν, ἐν δὲ τοῖς βελτίστοις ἑαυτὸν ἀνατυ ποῦν. Καὶ γὰρ οὕτω καὶ τὸ λεγόμενον, Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ὀρθὴν πάλιν ἔχει τὴν διάνοιαν. Εἰ γοῦν δυνατὸν ἦν γενέσθαι ἡμᾶς ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ἔδει λέγειν, Ἵνα καὶ αὐτοὶ ἐν σοὶ ἓν ὦσιν, ὥσπερ ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πατρί· νῦν δὲ τοῦ το μὲν οὐκ εἴρηκε· λέγων δὲ τὸ, ἐν ἡμῖν, ἔδειξε τὴν διάστασιν καὶ τὴν διαφοράν· ὅτι αὐτὸς μὲν μόνος ἐν μόνῳ τῷ Πατρί ἐστιν, ὡς μόνος Λόγος καὶ Σοφία, ἡμεῖς δὲ ἐν Υἱῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί. 26.368 Τοῦτο δὲ λέγων, οὐδὲν ἕτερον ἐσήμανεν, ἢ ὅτι τῇ ἡμῶν ἑνότητι γένοιντο καὶ αὐτοὶ ἓν πρὸς ἀλλήλους οὕτως, ὡς ἡμεῖς ἕν ἐσμεν φύσει καὶ ἀληθείᾳ ἄλλως δὲ οὐκ ἂν γένοιντο ἓν, εἰ μὴ ἐν ἡμῖν μάθωσι τὴν ἑνότητα· καὶ ὅτι τὸ, ἐν ἡμῖν, ταύτην ἔχει τὴν ση μασίαν, ἀκοῦσαι Παύλου λέγοντος ἔστι· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται φυσιοῦσθαι. Τὸ ἄρα, ἐν ἡμῖν, οὐκ ἔστιν ἐν τῷ Πατρὶ, ὡς ἔστιν ὁ Υἱὸς ἐν αὐτῷ, ἀλλὰ παράδειγμα καὶ εἰκὼν, ἀντὶ τοῦ εἰπεῖν, Ἐξ ἡμῶν μαθέτωσαν. Ὡς γὰρ ὁ Παῦλος τοῖς Κορινθίοις, οὕτως ἡ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς ἑνότης, τοῖς πᾶσιν ὑπογραμμὸς καὶ μάθησίς ἐστι, καθ' ἣν δύνανται μανθάνειν, βλέποντες εἰς τὴν κατὰ φύσιν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, πῶς καὶ αὐτοὶ ὀφείλουσιν ἓν πρὸς ἀλλήλους γίνεσθαι τῷ φρονήματι. Εἰ δὲ δεῖ καὶ ἑτέρως ἀπολογήσασθαι περὶ τοῦ ῥητοῦ, δύναται πάλιν τὸ, ἐν ἡμῖν, ἴσον εἶναι τῷ λέγειν, τῇ δυνάμει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἵνα ἓν γένωνται, τὸ αὐτὸ λέγοντες· ἄνευ γὰρ Θεοῦ τοῦτο γενέσθαι ἀδύνατον· καὶ τοῦτο πάλιν ἔστιν εὑρεῖν ἐν τοῖς θείοις λόγοις, ὡς τὸ, Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ, Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερα τιοῦμεν. Οὐκοῦν δῆλον, ὅτι ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ δυνάμεθα, τὸ ἓν γενόμενοι, βέβαιον ἔχειν τῆς ἀγά πης τὸν σύνδεσμον. Πάλιν γὰρ, τὴν αὐτὴν διάνοιαν ἐπεκτείνων, φησὶν ὁ Κύριος· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν. Καλῶς καὶ ἐνταῦθα οὐκ εἶπεν, ἵνα ὦσιν ἐν σοὶ, ὡς κἀγώ εἰμι· ἀλλὰ, καθὼς ἡμεῖς, εἶπεν· ὁ δὲ λέγων, καθὼς, οὐ ταυτότητα δείκνυσιν, ἀλλ' εἰκόνα καὶ παράδειγμα τοῦ λεγομένου. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυ τότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων· Ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν. Ἐνταῦθα λοι πὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύ ριος αἰτεῖ, δῆλον γὰρ, ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. Καὶ σὺ δὲ 26.369 ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται
99