διελὼν ἅπαντας διεβίβασεν. Ἐντεῦθεν ἄρχεται τὰ ἐπὶ τῆς προτέρας λυτρώσεως διηγεῖσθαι θαυμάσια. Καταδιαιρεθείσης γὰρ εἰς διαιρέσεις πολλὰς τῆς Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν ὑδάτων διοριζομένων καὶ ἐξ ἑκά στου μέρους μετεωριζομένων, καὶ αἰρομένων εἰς ὕψος, ὥσπερ ἐν ἀσκῷ τινι συνέκλεισεν αὐτὰ θείᾳ τινὶ δυνάμει, ὅπως μὴ διαχεόμενα ἐπικλύσῃ τὸ πλῆθος. ∆ιὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀντὶ τοῦ· Ὑπερέθετο μικρὸν, καὶ οἱονεὶ ἀνέκοψε τὴν εὐεργετικὴν χεῖρα. Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Οὐ μόνον, φησὶ, τῷ μάννα τὰ σώματα ἔτρεφεν, ἀλλὰ γὰρ καὶ λογικῇ τινι καὶ οὐρανίῳ δυνάμει διέτρεφεν αὐτῶν τὰς ψυχάς· ὥσπερ ἀμέλει διατρέφει καὶ τοὺς ἀγγέ λους. Καὶ τοῦτό ἐστι μὲν καὶ ἐκ τοῦ συνδέσμου ἰδεῖν, τῷ ὥσπερ ἐν ἐπαγωγῇ εἰπεῖν τό· Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦ Ἀποστόλου μαθεῖν, περὶ αὐτῶν εἰρηκότος, ὡς πνευματικὸν ἔφαγον βρῶμα. Τοῦτο δὲ ἦν ὁ νῦν ἄρτος ἀγγέλων ὀνομαζόμενος. Καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν φησὶν ἐνταῦθα. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Γέγονε γὰρ αὐτοῖς εἰς χολέραν ἕξιν ἡ τροφὴ, ἅτε ὅλον διόλου ἐκνενευκότων εἰς τὴν τῶν κρεῶν πλησμονήν. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσιν, πνεῦμα πορευό μενον καὶ οὐκ ἐπιστρέφον. Ἠλέει αὐτοὺς, φησὶ, καίτοι ὁρῶν αὐτοὺς ὁλοτρόπως ἐκκεκλικότας εἰς σάρ κας, ἀντὶ τοῦ εἰς τὸ τὰ σαρκὸς φρονεῖν, καὶ πνεῦμα ἔχοντας, εἰς ἐπιθυμίαν σαρκὸς ἀεὶ πορευόμενον, καὶ οὐκ ἐπιστρέφον εἰς τὸ μετανοεῖν, καὶ ἐκζητεῖν ἐξ ὅλης ψυχῆς τὸν Θεόν. ∆ι' οὐδὲν οὖν ἕτερον ἠλέει καὶ ἔσωσεν, ἢ διὰ τὴν οἰκείαν μόνον φιλανθρωπίαν. ∆ιὸ καὶ προλαβὼν εἶπεν· Αὐτὸς γάρ ἐστιν οἰκτίρμων καὶ ἐλεήμων. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Καταλέξας τὰ ἐν τῇ θαλάσσῃ καὶ ἐν ἐρήμῳ αὐτοῖς δεδομένα ἀγαθὰ, ἕτερον εὐεργεσίας καταλέγει τρόπον. Ταῦτα δέ ἐστι τὰ περιστάντα δεινὰ τοὺς ἐχθρούς· ἥ τε εἰς αἷμα μεταβολὴ τοῦ ποταμοῦ, καὶ ἡ κυνόμυια, καὶ ὁ βάτραχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ ἀκρὶς, καὶ ἡ χάλαζα, καὶ ἡ πάχνη, καὶ τὸ πῦρ, καὶ ἡ τῶν πονηρῶν ἀγγέ λων ἀποστολή· καὶ τὰ λοιπὰ μέχρι τῆς τῶν πρωτο τόκων ἀπωλείας. 27.356 Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. ∆εδωκὼς, φησὶ, τοῦ ἀμνοῦ τὸ μυστήριον, διέξοδον δέδωκε τῇ ὀργῇ, ὅπως τὸν αὐτοῦ παρέλθῃ λαὸν, καὶ μὴ ἅψηται τῶν αὐτοῦ τελούντων τὸ μυστήριον. Ἀλλὰ φυλάξας τούτους διὰ τοῦ ἔξοδον δοῦναι τῇ ὀργῇ, αὐτῶν τῶν ψυχῶν, δηλαδὴ τῶν Αἰγυπτίων, οὐκ ἐφείσατο ἀπὸ θανάτου· παρέδωκε γὰρ τῷ ἐξολοθρευτῇ. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐ τοῦ. Ἱερουσαλήμ φησι καὶ τὸν μετὰ ταῦτα οἰκοδομηθέντα ἐν αὐτῇ ναόν. Ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ἡ δεξιὰ τοῦ Πατρὸς, ὁ καὶ πάλαι προπορευόμενος τοῦ λαοῦ, καὶ κατακληροδοτῶν αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Τὸν Ἀμοῤῥαῖον καὶ τὸν Χετταῖον, καὶ τοὺς ἑξῆς δηλου μένους. Καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Αὐτῶν τῶν ἐξελαθέντων καὶ ἀνῃρη μένων ἑπτὰ ἐθνῶν. Τὰς γὰρ πόλεις αὐτῶν τῶν ἐκβε βλημένων καὶ τοὺς οἴκους ἐκληρονόμησαν. Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον. Τὴν ἐπὶ τῶν κριτῶν γενομένην εἰδωλολα τρείαν σημαίνει, καὶ τὴν ἐπὶ τῶν βασιλειῶν. Καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν, καθὼς καὶ οἱ πατέρες αὐτῶν. Ὥσπερ οἱ πατέρες αὐτῶν, φησὶν, ἐν τῇ ἐρήμῳ τὸν μόσχον πεποιήκασι, τὸν λυτρωτὴν ἀρνησάμενοι· οὕτω καὶ οὗτοι πάλιν τὰς δαμάλεις ἀναθέντες ἔθυον, ἐγκαταλιπόντες Θεόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν. Ἐπὶ πᾶσαν γὰρ κορυφὴν ὄρους τοῖς ἀκαθάρτοις ἔθυον δαίμοσιν, ὡς ὁ προφήτης Ὠσηέ φησιν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα Ἰσραήλ. Παρεδόθησαν γὰρ εἰς διαφόρους αἰχμαλωσίας. Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ. Ἐν Σηλὼμ γὰρ ἦν τὸ πρότερον ἡ σκηνὴ, ἡνίκα ἱεράτευσαν Ἡλεὶ καὶ Σαμουήλ. Σκήνωμα ὃ κατεσκήνωσεν ἐν
100