ἐν ἐμοὶ τῶν ἀν θρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν, κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείω σιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἔχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παρ' ἐμοῦ, πάντες ὦσιν ἓν σῶμα καὶ ἓν πνεῦμα, καὶ εἰς ἄνδρα τέλειον κατ αντήσωσιν. Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμ βάνοντες, ἓν γινόμεθα σῶμα, τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν χριστο μάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί· Εἰ μὲν ἀπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, Ἵνα ὦσιν ἐν σοὶ ἒν, ἢ, Ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν, εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, Καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι. Λέγων δὲ πάλιν, καθὼς, πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐ τός ἐστιν ἐν τῷ Πατρὶ, πόῤῥωθεν δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐ τοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ, καθὼς, ἐπίῤῥημα, ἀλλὰ παρά δειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον. Καὶ τοῦτο πάλιν παρ' αὐτοῦ τοῦ Σωτῆρος ἔστι μαθεῖν λέγοντος· Καθὼς γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοι λίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρ δίᾳ τῆς γῆς. Οὔτε δὲ Ἰωνᾶς ἦν ὥσπερ ὁ Σωτὴρ, οὔτε Ἰωνᾶς εἰς τὸν ᾅδην κατῆλθεν· οὔτε τὸ κῆτος ἦν ὁ ᾅδης· ἀλλ' οὐδὲ καταποθεὶς ὁ Ἰωνᾶς, ἀνήγαγε τοὺς προκαταποθέντας ὑπὸ τοῦ κήτους, ἀλλὰ μόνος προσταχθέντος τοῦ κήτους ἐξῆλθεν. Οὐκοῦν οὐδεμία ταυτότης οὐδὲ ἰσότης ἐν τῇ, καθὼς, λέξει σημαίνε ται, ἀλλὰ ἄλλο μὲν καὶ ἄλλο· ὁμοιότητα δέ πως 26.372 δείκνυσι τοῦ Ἰωνᾶ διὰ τὸ τριήμερον. Οὕτως ἄρα καὶ ἡμεῖς, λέγοντος τοῦ Κυρίου, καθὼς, οὔτε ὡς ὁ Υἱὸς γινόμεθα ἐν τῷ Πατρὶ, οὔτε ὡς ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ, οὕτω γινόμεθα. Ἡμεῖς μὲν γὰρ, καθὼς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, οὕτω γινόμεθα ἒν τῷ φρονήματι καὶ τῇ τοῦ πνεύματος συμφωνίᾳ· ὁ δὲ Σωτὴρ, καθὼς Ἰωνᾶς, ἔσται ἐν τῇ γῇ· ὥσπερ δὲ οὐκ ἔστιν Ἰωνᾶς ὁ Σωτὴρ, οὐδὲ ὡς ἐκεῖνος κατεπόθη, οὕτω καὶ ὁ Κύριος κατῆλθεν εἰς τὸν ᾅδην· ἀλλὰ ἄλλο καὶ ἄλλο ἐστίν. Οὕτως ἐὰν καὶ ἡμεῖς γενώμεθα ἓν, καθὼς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, οὐκ ἐσόμεθα ὥσπερ ὁ Υἱὸς, οὐδὲ ἴσοι αὐτῷ· ἄλλο γὰρ καὶ ἄλλο ἐσμέν· διὰ τοῦτο γὰρ ἐφ' ἡμῶν τὸ, καθὼς, πρόκειται, ἐπὶ τὰ μὴ κατὰ φύ σιν ὄντα πρὸς ἄλλο τι βλέποντα γίνεται ὥσπερ ἐκεῖνα. Ὅθεν αὐτὸς μὲν ὁ Υἱὸς, ἁπλῶς καὶ χωρὶς συμπλοκῆς τινός ἐστιν ἐν τῷ Πατρί· φύσει γὰρ ὑπάρχει τοῦτ' αὐτῷ· ἡμεῖς δὲ, οὐκ ἔχοντες τὸ κατὰ φύσιν, δεόμεθα εἰκόνος καὶ παραδείγματος, ἵνα περὶ ἡμῶν εἴπῃ· Καθὼς σὺ ἐν ἐμοὶ, κἀγὼ ἐν σοί. Ὅταν δὲ, φησὶν, οὗτοι τελειωθῶσιν οὕτω, τότε γινώσκει ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας· εἰ γὰρ μὴ ἤμην ἐλθὼν καὶ φορέσας τὸ τούτων σῶμα, οὐδεὶς ἂν αὐτῶν ἐτελειώθη, ἀλλ' ἔμενον οἱ πάντες φθαρτοί. Ἐνέργησον τοίνυν ἐν αὐτοῖς, Πάτερ· καὶ ὥσπερ δέ δωκάς μοι τοῦτο φορέσαι, δὸς αὐτοῖς τὸ Πνεῦμά σου, ἵνα καὶ οὗτοι ἐν τούτῳ ἓν γένωνται, καὶ τελειω θῶσιν ἐν ἐμοί. Ἡ γὰρ τούτων τελείωσις δείκνυσιν ἐπιδημίαν γεγενῆσθαι τοῦ σοῦ Λόγου· καὶ ὁ κόσμος δὲ, βλέπων τούτους τελείους καὶ θεοφορουμένους, πιστεύσει πάντως, ὅτι σύ με ἀπέστειλας, καὶ ἐπεδή μησα. Πόθεν γὰρ τούτοις ἡ τελείωσις, εἰ μὴ ἐγὼ ὁ σὸς Λόγος, τὸ σῶμα τούτων λαβὼν, ἐγενόμην ἄνθρω πος, καὶ ἐτελείωσα τὸ ἔργον ὃ δέδωκάς μοι, Πάτερ; Τετελείωται δὲ τὸ ἔργον, ὅτι, λυτρωθέντες ἀπὸ τῆς ἁμαρτίας οἱ ἄνθρωποι, οὐκέτι μένουσι νε κροί· ἀλλὰ καὶ θεοποιηθέντες ἔχουσιν, ἐν ἡμῖν βλέποντες, ἐν ἀλλήλοις τὸν σύνδεσμον τῆς ἀγάπης. 26.373 Ἡμεῖς μὲν οὖν, ὅσον αὐτὰς τὰς λέξεις τοῦ ῥη τοῦ δυνατὸν ἦν ἁπλούστερον θεωρῆσαι, ταῦτα διὰ πολλῶν εἰρήκαμεν· ὁ δὲ μακάριος Ἰωάννης ἐκ τῆς Ἐπιστολῆς ἐν ὀλίγοις καὶ τελειώτερον μᾶλλον ἡμῶν δείξει τῶν γεγραμμένων τὸν νοῦν, καὶ διελέγξει μὲν τὴν τῶν ἀσεβῶν
100