ἀποστῆναι ἀπ' αὐτοῦ τὸ ἐν τῷ Θεῷ ἅγιον καὶ παράκλητον Πνεῦμα, ἀλλ' ἐν ἐκείνῳ ἔσται ᾧ ἑαυτὸν ὑπέταξεν ὁ ἁμαρ τάνων, ὡς ἐπὶ τοῦ Σαοὺλ γέγονεν· ἀπέστη γὰρ ἀπ' αὐτοῦ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ ἔθλιβεν αὐτὸν πνεῦμα πονηρόν. Ταῦτα ἀκούοντας τοὺς θεομάχους ἔδει λοι πὸν ἐντρέπεσθαι, καὶ μηκέτι ἑαυτοὺς ἀναπλάπτειν 26.377 ἴσα Θεῷ. Οὔτε δὲ νοοῦσιν· Ὁ γὰρ ἀσεβὴς, φησὶν, οὐ νοεῖ γνῶσιν· οὔτε λόγων εὐσεβῶν ἀνέχον ται· βαρεῖς γὰρ αὐτοῖς εἰσι καὶ λεγόμενοι. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέ ποντες ἐν τοῖς Εὐαγγελίοις, ἐπελάθοντο τέλεον κατὰ τὸν Σαμωσατέα τῆς πατρικῆς θεότητος τοῦ Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· «Πῶς δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατ' οὐσίαν, ὁ λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, Ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ· καὶ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ πάλιν· Πάντα μοι παρ εδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώ σκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέ λῃ ὁ Υἱὸς ἀποκαλύψαι· καὶ πάλιν· Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει. Εἶτα ἐπιλέ γουσιν· Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλ' εἶχε κατὰ φύσιν ὡς υἱός. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων· Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Πάλιν τε τὸ ὅμοιον ἔλεγε· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ, Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ Πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν. Εἶτά φασιν· Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέ γραπται· Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· καὶ ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίπ 26.380 που, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν οἱ ἄν θρωποι αὐτὸν εἶναι· εἰς δὲ τὴν Βηθανίαν παραγενό μενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· Πόσους ἄρτους ἔχετε; Πῶς οὖν, φασὶν, οὗτος σοφία, ὁ ἐν σοφίᾳ προ κόπτων, καὶ ἀγνοῶν ἃ παρ' ἑτέρων μανθάνειν ἠξίου; Ἔστι δὲ καὶ τοῦτο παρ' αὐτῶν λεγόμενον Πῶς δύνα ται ὁ Λόγος ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, δι' οὗ τὰ πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; πρὸ δὲ τού των εὐχόμενος· ∆όξασόν σου τὸ ὄνομα· καὶ, ∆όξα σόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ηὔχετο δὲ ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχε σθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, Τὸ Πνεῦμα πρόθυμον, ἔλεγεν, ἡ δὲ σὰρξ ἀσθενής· καὶ, Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός. Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ' ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλ' ἐγίνωσκεν ὡς Λό γος, οὔτ' ἂν ἐγκατελείπετο ὁ συνυπάρχων, οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ Λόγος ὢν ἐδέετο· ἀλλ' ἐπει δὴ κτίσμα ἐστὶ καὶ εἷς τῶν γενητῶν, διὰ τοῦτο τοι αῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ χρῄζειν καὶ δέεσθαι ὧν οὐκ ἔχουσιν.» Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦν τες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ∆ιὰ τί ὅλως ὁ Λόγος σὰρξ ἐγένετο; καὶ πάλιν ἐπειπεῖν· Πῶς γὰρ ἠδύνατο Θεὸς ὢν γε νέσθαι ἄνθρωπος; Ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα φορέσαι; ἢ
102