102
κηδεμόνα καὶ μακρόθυμον ἐπί τινων ἀδίκων, καὶ τὴν ἐντεῦθεν αὐτοῖς προσγινομένην βλάβην καὶ τὴν ἐσύστερον τούτοις ἐπιφερομένην πανωλεθρίαν, καὶ ὅτι εἰ καὶ δοκεῖ τισὶν εἶναι πρὸς μικρὸν ὁ ἄδικος, ἀλλ' οὖν μετά τινα χρόνον ἑαυ τόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ποιεῖ. ὁ αὐτὸς ἐν τῷ Φαίδωνι φησίν "ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδου ἀφι κόμενος, ἐκεῖ μεταχωρήσας, μετὰ θεοῦ οἰκήσει." καὶ αὖθις "τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ, κα κῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσι, καὶ εἰς τὸν Ἀχέ ροντα καὶ Κωκυτὸν ἰέναι." ὁ αὐτὸς παραδέχεται καὶ φύσεις δαιμόνων, καὶ τοὺς μὲν αὐτῶν ἀγαθοὺς εἶναι τοὺς δὲ φαύλους· καὶ τὴν ψυχὴν ποτὲ μὲν ἄφθαρτον καὶ ἀγέννητον, ὅταν λέγῃ "ψυχὴ πᾶσα ἀθάνατος· τὸ γὰρ ἀεικίνητον καὶ ἀθάνατον," ποτὲ δὲ γεννητὴν καὶ ἄφθαρτον διὰ τὴν τοῦ θεοῦ βούλησιν, ἄλλοτε σύνθετον καὶ γεννητὴν καὶ φθαρτὴν καὶ πάλιν ἀθάνατον. καὶ κρίσιν φησὶν εἶναι μετὰ τὴν τελευτὴν καὶ ἐν ᾅδου δικαστήριον, καὶ τὰς μὲν ἀγαθὰς ἀγαθοῦ μισθοῦ τυγχάνειν, τὰς δὲ πονηρὰς τῶν ἀκολούθων δικῶν. ὁ αὐτὸς καὶ μετενσωμάτωσιν ψυχῶν 1.281 δογματίζει, καὶ μεταβαίνειν τὰς ψυχὰς εἰς ἄλλα σώματα κατ' ἀξίαν ἑκάστης, καὶ κατά τινας περιόδους ὡρισμένας ἀναπέμπε σθαι πάλιν εἰς τοῦτον τὸν κόσμον, πεῖραν παρεξομένας τῆς ἑαυ τῶν προαιρέσεως. καὶ ὅτι μετὰ ∆ιός τινας εἶναι τῶν ψυχῶν, καὶ ἄλλας μετὰ τῶν ἄλλων θεῶν. εἱμαρμένην δέ φησιν εἶναι, οὐ μέντοι πάντα καθ' εἱμαρμένην γίνεσθαι. ὁ μὲν οὖν Πλάτων συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας, φυσιολογι κὴν ἠθικὴν καὶ λογικήν, οὕτως ἐδογμάτισε. Πλάτων δὲ ἐπωνο μάσθη διὰ τὸ πλατὺς εἶναι τὸ στέρνον. ἄλλοι δὲ ὡς πλατὺν ἐν λόγοις Πλάτωνα κληθῆναι. οὗτος ἐβίω ἔτη πβʹ. ∆έκατος Ἀριστοτέλης. οὗτος ἀκροατὴς γενόμενος τοῦ Πλάτωνος εἰς τέχνην τὴν φιλοσοφίαν ἤγαγε καὶ λογικώτερος ἐγένετο, τὰ μὲν στοιχεῖα τῶν πάντων ὑποθέμενος, οἷον τὴν οὐσίαν καὶ τὸ συμβεβηκός, τὴν μὲν οὐσίαν μίαν τοῖς πᾶσιν ὑποκειμένην, τὰ δὲ συμβεβηκότα ἐννέα, καὶ τὴν μὲν οὐσίαν τοιαύτην εἶναι οἷον θεὸν καὶ ἄνθρωπον καὶ ζῷον, περὶ ἃ καὶ τὰ συμβεβηκότα θεωρεῖται, τὸ μὲν ποιὸν οἷον λευκὸν μέλαν, τὸ δὲ ποσὸν οἷον δίπηχυ τρίπηχυ καὶ διπλάσιον καὶ ἥμισυ καὶ μεῖζον, τὸ δὲ πρός τι οἷον πατὴρ υἱός, τὸ δὲ ποῦ οἷον Ἀθήνησι Μεγάροις, ἐν οἰκίᾳ, ἐν ἀγορᾷ, τὸ δὲ ποτὲ οἷον χθὲς πέρυσιν, ἐπὶ τῆς δεκάτης Ὀλυμπιάδος, τὸ δὲ ποιεῖν οἷον γράφειν τέμνειν καίειν καὶ ὅλως ἐνεργεῖν τι, τὸ δὲ πάσχειν οἷον τέμνεσθαι καίεσθαι τύπτεσθαι, τὸ δὲ ἔχειν οἷον κεκτῆσθαι ὡπλίσθαι, τὸ δὲ κεῖσθαι οἷον κατάκειται ἀνάκειται 1.282 κάθηται δέχεται. ὁ αὐτὸς Ἀριστοτέλης σχεδὸν τὰ πλεῖστα συμ φωνεῖ τῷ Πλάτωνι, πλὴν τοῦ περὶ ψυχῆς δόγματος. ἐπιδιαμέ νειν γάρ φησι, καὶ μετὰ ταῦτα αὐτὴν συναφανίζεσθαι τῷ πέμπτῳ σώματι· ὑποτίθεται γὰρ οὗτος καὶ πέμπτον σῶμα μετὰ τῶν ἄλλων σωμάτων τῶν τεσσάρων, οἷον πνεῦμα· τὴν γὰρ ψυχὴν ὅλου τοῦ κόσμου φησὶν ἀθάνατον εἶναι, καὶ αὐτὸν τὸν κόσμον ἀΐδιον, τὴν δὲ καθ' ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι. Ὅτι ἐπὶ Ἀρταξέρξου τοῦ Ὤχου ἦν ὁ Ἀριστοτέλης, ἐτελεύτησεδὲ βιώσας ἔτη οʹ. ἐκλήθησαν δὲ οἱ μὲν ἀπὸ Ζήνωνος ἀπὸ τῆς ποικίλης στοᾶς Στωϊκοί, οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου Περιπατητικοί· περιπατοῦντες γὰρ ἐν τῷ Λυκείῳ ἐποιοῦντο τὰς ζητήσεις. Ἑνδεκάτη αἵρεσις τῶν Στωϊκῶν. καὶ οὗτοι ὑπέθεντο ἀρχὴν μὲν τῶν πάντων θεόν, καὶ τὸ καθ' εἱμαρμένην τὰ πάντα διεβε βαιώσαντο. τὴν σελήνην λέγουσιν ἀθάνατον εἶναι. σῶμα δὲ λέγουσι γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος· διὸ καὶ ψυχὴν αὐτὴν καλοῦσιν. ὁμολογοῦσι καὶ μετενσωμάτωσιν, ὡρισμένων οὐσῶν τῶν ψυχῶν. ∆ωδέκατος Ἐπίκουρος. οὗτος σχεδὸν ἐναντίαν πᾶσιν δόξαν ἔθετο. ἀρχὰς μὲν τῶν ὅλων ὑπέθετο ἀτόμους καὶ κενόν, κενὸν μὲν οἷον τὸν τόπον τῶν ἐσομένων, ἀτόμους τὴν ὕλην ἐξ ἧς τὰ πάντα. ἐκ δὲ τῶν ἀτόμων