ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ἀλληλούϊα. Πʹ. Ὑπόθεσις. Ἤδη τὸν ὄγδοον ἑρμηνεύοντες ἀποδεδώκαμεν εἶναι ληνοὺς τὰς Ἐκκλησίας. Ἔστιν οὖν καὶ ἐκ τούτου τοῦ ψαλμοῦ ἰδεῖν, ὡς καλεῖ τὰ ἔθνη πρὸς τὴν πί στιν τὴν εἰς τὸν Κύριον· αὐτοῖς διδασκαλίαν ποιού μενος τοῦ μήποτε ἀποστῆναι αὐτοῦ, τὴν τοῦ προτέρου λαοῦ διὰ τὴν κακίαν ἀποβολὴν λέγων. Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος. Παρακελεύεται οὖν τοῖς ἔθνεσι τῷ βοηθήσαντι Θεῷ, καὶ ἐκ τῆς τῶν δαιμόνων αὐτοὺς ῥυσαμένῳ καταδυναστείας, τὰς ἐπινικίους ᾄδειν ᾠδάς. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον. Ψαλμὸν ἐν τούτοις τὴν θείαν διδασκαλίαν φησί. Τύμπανον δὲ ὄργανόν ἐστι ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ἐπήκοοι τοῖς θείοις λογίοις γενόμενοι, παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐπρόσδεκτον τῷ Θεῷ. Ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ψαλτήριον πάλιν τὸ σῶμά φησι, διὰ τὴν γινομένην συμφωνίαν καὶ συναρμονίαν πρὸς αὐτὸ τῆς ψυχῆς· ἵν' ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς ψυχὰς ἀνατιθέντες τῷ Θεῷ, καὶ τὸ σῶμα, οὐ τῷ κό σμῳ, ἀλλὰ Κυρίῳ. Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι 27.364 ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ ἐσάλπιζε, τοῦτο πρόσταγμα δεδωκότος τοῦ Θεοῦ, καὶ μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· οὕτω καὶ ὁ νέος λαὸς, τῇ εὐαγγελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύεται ἐν ταῖς νεομηνίαις σαλπί ζειν, τουτέστιν ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς αὐτοῦ· ὁμολογῶν καὶ αὐτὸς καὶ μαρτυρῶν, ὅτι δὴ αὐτὸν ἐκ τῆς νοητῆς ἠλευθέρωσεν Αἰγύπτου, τουτέστιν ἐκ τῆς ἐξουσίας τοῦ σκότους. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. Ὁ λαὸς, φησὶν, ἐξελθὼν ἐκ τῆς Αἰγύπτου, ἤκουσε γλῶσσαν ἣν πάλαι οὐκ ἔγνω. Καὶ ποία αὕτη ἢ ἡ τοῦ Θεοῦ πρὸς τὸν λαὸν γινομένη ἐν τῷ ὄρει φωνή; Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Ἀντὶ τοῦ, ἐξ ἄρσεων. Λέγει δὲ, ὅτι τῶν βασταγμάτων αὐ τοὺς ἠλευθέρωσεν, ὧν ἐπεφέροντο οἰκοδομοῦντες τὰς πόλεις τῷ Φαραώ. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Τοῦτό φησι διότι τὸν πηλὸν καὶ τὰ ἄχυρα ἐν κοφίνοις ἐπὶ τὸ ἔργον ἐπεφέροντο. Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε. Ὅμοιον τῷ, Ὅτι ἤκουσα τῶν στεναγμῶν αὐτῶν, καὶ τῆς φωνῆς αὐτῶν ἤκουσα, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Ἐπήκουσά σου ἐν ἀποκρύφῳ τῆς καταιγίδος. Ἀντὶ τοῦ, Ἐκ μεγάλης καὶ ὑπερβαλλούσης ἐῤῥυσάμην σε θλίψεως. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὅτε διψήσας ὁ λαὸς ἔλεγε πρὸς Μωσῆν· ∆ὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν, ἔλεγε· Τί λοιδορεῖσθέ με καὶ πειράζετε τὸν Κύριον; Ἄκουσον, λαός μου. Τῷ λαῷ παραίνεσιν εἰσφέ ρει λέγων παρεσκευάσθαι ἐπήκοον γενέσθαι αὐτῷ. Καὶ γὰρ, εἰ τοῦτο ποιήσει, οὐκ ἂν ἑτέρῳ δουλεύῃ Θεῷ, οὐδὲ γενήσεται αὐτῷ αὐτὸς ὁ Κύριος εἰς Θεὸν πρόσφατον. Αὐτὸς γάρ ἐστιν ὁ καὶ πάλαι αὐτοὺς ἐξ Αἰγύπτου λυτρωσάμενος. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ὑπισχνεῖται τοῖς πειθαρχοῦσιν αὐτῷ καὶ σαρκικὰς τροφὰς καὶ πνευματικάς. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου. Ἐπειδὴ ταῦτα μὲν ὑπεσχόμην ἐγὼ, αὐτοὶ δὲ τὰ ὦτα ἐκώφευσαν· τούτου χάριν ἀπεβαλόμην αὐτοὺς, ἀξίαν τῶν ἐπιτηδευμάτων αὐτοῖς τὴν τιμωρίαν διδούς. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ἀντὶ τοῦ ψεύσασθαι τῷ Κυρίῳ τὸν λαὸν, ἔσται καιρὸς αὐτῷ τιμωρίας· οὗτος δέ ἐστιν ὁ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. Αὐτοὶ μὲν, φησὶν, ἐψεύσαντο αὐτῷ· αὐτὸς δὲ, ἅτε ἀγαθὸς ὑπάρχων, ἐνέπλησεν αὐτοὺς νοητῆς τροφῆς· αὕτη δέ ἐστιν αὐτὸς ὁ Κύριος, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ ἐκ πέ τρας μέλι ἐχόρτασεν αὐτούς. Πέτρα αὐτὸς ὁ Κύ ριος, μέλι δὲ τὰ θεῖα αὐτοῦ λόγια. Λέγει γοῦν, ὅτι τῶν ὁσίων αὐτοῦ λογίων ἐνέπλησεν αὐτούς. ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΠΑʹ. Ὑπόθεσις. Τὴν ἀποβολὴν τοῦ λαοῦ ἐν τῷ πρὸ αὐτοῦ
103