τὴν δύναμιν.(B f. 154) Οὐκοῦν εἴπερ τις ἦν ἀγχίνους ὁ ἀρχισυνάγωγος, ἐνενόησεν ἂν τίς τε καὶ ὅσος ἐστὶν ὁ Σωτὴρ, ἐκ τῆς οὕτω παραδόξου θεοσημείας, καὶ μὴ ταὐτὰ λέγειν τοῖς ὄχλοις, μηδὲ τοῖς θεραπευομέ νοις ἐγκαλεῖν τοῦ νόμου τὴν λύσιν, τῆς κατὰ τὸ Σάββατον ἀργίας τὴν παράδοσιν. Ἐργάσασθαι γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι· ἀδικεῖται δὲ νόμος, Θεοῦ κατοικτείροντος καὶ ἐν ἡμέρᾳ Σαββάτου; Τίνι προσ τέταχεν ἀργεῖν ἐν Σαββάτῳ; Ἑαυτῷ μᾶλλον, ἢ σοί; Εἰ μὲν οὖν ἑαυτῷ, μὴ διοικείτω τὰ καθ' ἡμᾶς ἐν Σαββάτῳ· ἀργείτω καὶ ὁ τοῦ ἡλίου δρόμος, μὴ πι πτέτωσαν ὑετοὶ, στήτωσαν αἱ τῶν ὑδάτων πηγαὶ, καὶ ποταμῶν ἀεννάων φοραὶ, καὶ ἀνέμων χρεῖαι. Εἰ δέ σοι προστέταχεν ἀργεῖν, μὴ ἐγκάλει Θεῷ, τὸ καὶ ἐν Σαββάτῳ διδόναι τισὶ μετ' ἐξουσίας τὸν ἔλεον. ∆ιὰ τί δὲ ὅλως καὶ ἀργεῖν ἐκέλευσεν ἐν Σαββάτῳ; Ἵνα, φησὶ, ἀναπαύσηται ὁ παῖς σου, καὶ ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Ὅταν οὗν ἀναπαύσῃ τινὰς, νοσημάτων αὐτοὺς ἀνιεὶς, εἶτα τοῦτο κωλύῃς αὐτὸς, ἔλυσας ἐναργῶς τὸν ἐπὶ τῷ Σαββάτῳ νόμον, οὐκ ἐῶν ἀναπαύεσθαι τοὺς ἐν ἀλγήμασιν ὄν τας καὶ νόσοις, οὓς ἔδησεν ὁ Σατανᾶς. (A f. 191 b) Ἀλλ' ὁ τῆς ἀχαρίστου Συναγωγῆς ἀρχισυνάγωγος, ἐπειδὴ εἶδε τὴν τὰ μέλη δεδεμένην 72.769 γυναῖκα, καὶ ὀρθοποδεῖν μὴ δυναμένην, ἀλλ' εἰς γῆν καὶ ἐπὶ γαστέρα συννεύουσαν, ὑπὸ Χρι στοῦ ἠλεημένην, καὶ ἁφῇ μόνῃ τέλεον ἀνορθωθεῖσαν, καὶ τὴν τοῖς ἀνθρώποις οἰκείαν πορείαν ἐν ὀρθίῳ τῷ σχήματι ὁδεύουσαν, καὶ ὑπὲρ τούτου τὸν Θεὸν μεγα λύνουσαν, ἄχθεται τῇ ταύτης λύσει, καὶ ἐπὶ τῇ δόξῃ τοῦ Κυρίου πυρπολούμενος, δεσμεῖται τῷ φθόνῳ· καὶ ἐπηρεάζει τῷ θαύματι, καὶ τὸν Κύριον ἀφεὶς τὸν ἐλέγ ξαντα τὴν τούτου ὑπόκρισιν, τοῖς ὄχλοις ἐπιτιμᾷ· ὥστε δόξαι ὅτι διὰ τὸ Σάββατον ἀγανακτεῖ· ἵνα πείσῃ τοὺς ἐν ταῖς ἄλλαις ἡμέραις διεσκορπισμένους, καὶ ταῖς ἐργασίαις σχολάζοντας, μηδὲ ἐν Σαββάτῳ θεα τὰς εἶναι καὶ θαυμαστὰς τῶν τοῦ Κυρίου τερατουρ γημάτων, μή ποτε καὶ πιστεύσωσιν. Ἀλλ' εἰπὲ ἡμῖν, ὦ βασκανίας ἀνδράποδον, ὁποῖον ἔργον ὁ νόμος ἐκώλυσεν, ὁ εἰπών σοι· "Ἀπὸ παντὸς ἔργου χει ροκμήτου ἀποστήσῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου;" Ἆρα τὸ διὰ στόματος καὶ διὰ λόγου; Παῦσαι γοῦν ἐσθίων, καὶ πίνων, καὶ ὁμιλῶν, καὶ ψάλλων ἐν Σαββάτῳ. Καὶ εἰ μὴ ταῦτα πράττεις, μηδὲ τὸν νόμον ἀναγινώ σκεις, ἵνα τί σοι καὶ τὸ Σάββατον; Ἀλλὰ τὸ διὰ χει ρῶν. Καὶ ποῖον διὰ χειρῶν ἔργον, τὸ φωνῇ γυναῖκα ἀνορθῶσαι; Εἰ δ' ὅτι ἔργῳ ἡ γυνὴ τεθεράπευται τοῦτο ἐργασίαν καλεῖς, ἔργον ἐργάζῃ καὶ σὺ τὴν θεραπείαν μεμφόμενος. Ἀλλ' εἶπε, φησί· Ἀπολέλυσαι τῆς ἀσθενείας· καὶ ἀπολέλυται. Τί δέ; οὐ καὶ σὺ λύεις τὴν ζώνην ἐν Σαββάτῳ; οὐ τῶν ποδῶν ἐκλύεις τὸ ὑπόδημα; οὐ τὴν στρωμνὴν στρωννύεις; οὐ τὴν χεῖρα ἀποσμήχεις ῥυπῶσαν ἐν ἐδέσμασι; Πῶς οὖν ἐφ' ἑνὶ μόνῳ λόγῳ τῷ "Ἀπολέλυσαι" ἀγανα κτεῖς; Ὁποῖον δὲ καὶ ἔργον ἡ γυνὴ μετὰ τὸν λόγον εἰργάσατο; Ἆρά γε χαλκευτικῆς, ἢ τεκτονικῆς, ἢ οἰκοδομικῆς ἐφήψατο; Ἆρα ἐν αὐτῇ τῇ ἡμέρᾳ ὑφαντικῆς ἢ ἱστουργικῆς ἔργον μετεχειρίσατο; Ἀλλ' ἀνωρθώθη, φησί· ἔργον γὰρ ὅλως ἐστὶ τὸ θεραπεύε σθαι. Ἀλλὰ γὰρ οὐ διὰ τὸ Σάββατον ἀληθῶς ἀγανα κτεῖς, ἀλλὰ τὸν Χριστὸν βλέπων τιμώμενον καὶ ὡς Θεὸν προσκυνούμενον, μαίνῃ καὶ ἀποπνίγῃ, καὶ τῇ βασκανίᾳ κατατήκῃ· καὶ ἕτερα μὲν ἐν τῇ καρδίᾳ ἐνδομυχᾷς, ἄλλον δὲ σκήπτῃ καὶ προφασίζῃ. Ὅθεν καὶ χαριέστατα ὑπὸ τοῦ Κυρίου τοῦ εἰδότος τοὺς ματαίους σου διαλογισμοὺς ἐλέγχη· καὶ τὴν ἁρμό ζουσάν σοι δέχῃ προσηγορίαν, ὑποκριτὴς ἀκούσας καὶ εἴρων καὶ ὕπουλος. 9Ὑποκριτὰ, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ; κ.τ.λ. Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, κ.τ.λ.9 (A f. 192) Σὺ [Cod. οὐ προ σὺ] θαυμάζεις γὰρ, φησὶ, τὸν λύσαντα τὴν τοῦ Ἀβραὰμ θυγατέρα· ἀλλὰ βοῦν μὲν καὶ ὄνον ἀναπαύεις, καμάτων αὐτοὺς ἀνιεὶς καὶ ἀποφέρων ἐφ' ὕδωρ· σωζομένου δὲ πα ραδόξως ἀνθρώπου νενοσηκότος, καὶ Θεοῦ κατοι κτείραντος, ἀμφοτέροις ἐπιτιμᾷς ὡς παρανομή σασι, τῷ