ἁμαρτίαν, καὶ δι' αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ' ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μου διὸ καὶ πά λιν ἐλεεῖσθαι ἐξαιτῶ. Ἔσται δέ μοι ὁ ἔλεος διὰ τοῦ ἐπιβλέψαι σε εἰς ἐμέ. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν. Ὥσπερ πάλαι ἐν Αἰγύπτῳ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖον δέ δωκεν ὁ Θεὸς, τοῦ μὴ ἀδικηθῆναι αὐτοὺς παρὰ τοῦ 27.377 ὀλοθρευτοῦ, οὕτω καὶ αὐτῷ σημεῖον δοθῆναι ἐξαιτεῖ, ὅπως ἂν καὶ φυλαχθῇ δι' αὐτοῦ, καὶ καταισχύνῃ τοὺς ἐχθρούς. Τοῖς υἱοῖς Κορὲ . ΨΑΛΜΟΣ ᾠδῆς. Πʹ. Ὑπόθεσις. Ἄδουσι πάλιν τὸν ψαλμὸν τοῦτον οἱ τοῦ Κορὲ υἱοὶ εἰς τὴν Ἐκκλησίαν, δι' αὐτοῦ κηρύσσοντες τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν γενομένην ἐπίλαμψιν τῇ Ἐκκλησίᾳ τοῦ Μονογενοῦς διὰ τῆς μετὰ σαρ κὸς οἰκονομίας. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Αὐτοῦ μὲν τοῦ κληθέντος διὰ τῆς πίστεως λαοῦ. Λέ γει δὲ, ὅτι ἐξ ἐθνῶν λαὸς ἐπῳκοδομήθη ἐπὶ τῷ θεμε λίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Πύλας Σιὼν τὴν εἰσαγω γικὴν καὶ στοιχειώδη διδασκαλίαν τῆς Ἐκκλησίας φησί· σκηνώματα δὲ Ἰακὼβ τὴν κατὰ νόμον λατρείαν. Φησὶν οὖν ὡς αἱρετωτέρα κέκριται παρὰ τῷ Θεῷ ἡ εὐαγγελικὴ πολιτεία τῆς κατὰ νόμον λατρείας. Λεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πόλις μὲν ἡ Ἐκκλησία. Ποῖα δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ἢ τὸ κατοικῆσαι ἐν αὐτῇ τὸν Μονογενῆ, κατὰ τὸ εἰρημένον· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν; Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Τῶν ἐπιστρεφόντων εἰς ἐμὲ, φησὶ, μνήμην εἰς ἀγαθὸν ποιήσομαι, ἢ καὶ τῶν ἐκτόπως εἰς φιληδονίαν ἐκ κεκλικότων, καὶ τῶν ἄγαν εἰδωλολατρούντων. Ταῦτα γὰρ ἡμῖν ἐσήμανε διὰ τῆς Ῥαὰβ καὶ Βαβυλῶνος. Καὶ Ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων. ∆ιδάσκει ἡμᾶς ὁ λόγος σαφῶς, ὅτι δὴ ἐκ πάντων τῶν ἐθνῶν ἡ Ἐκκλησία συνέστηκεν. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ. Μητέρα φησὶ, δῆλον δὲ, ὅτι οἱ πεπιστευκότες τὴν Σιὼν ἤτοι τὴν Ἐκκλησίαν ἐπι γραψόμεθα, ἐν ᾗ ὁ ἄνθρωπος, ἢ ὁ αὐτὸς ὁ θεμελιώσας αὐτήν. Οὗτος δέ ἐστιν ὁ γενόμενος δι' ἡμᾶς ἄν θρωπος, καὶ ἐπαγγελλόμενος ἐπὶ τὴν πέτραν θεμε λιῶσαι τὴν Ἐκκλησίαν. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρ χόντων. Τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ τῇ Ἐκκλησίᾳ γενομένων, ὁ Κύριος διηγή σεται τὴν γραφήν. Καὶ πῶς ἂν, φησὶν, ἢ τὴν ἀπο γραφὴν τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσεται λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς; Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὅταν, φησὶν, ἐν σοὶ πάντων ἡ κατοικία τῶν ἐν τῇ Ἐκκλησίᾳ γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις. Ὠδὴ ΨΑΛΜΟΥ τοῖς υἱοῖς Κορέ. Εἰς τέλος ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Ἐθὰμ τῷ Ἰσραηλίτῃ. ΠΖʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ ὁ τοῦ Χριστοῦ εἰσφέρεται θάνατος, ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο· ὅπως καὶ τοῖς 27.380 ἐν ᾅδου κηρύξας πνεύμασι δωρήσηται τὴν ἀνάστα σιν. Ἀποκλαίεται δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἅτε δὴ ἐκπεσουμένην τῆς εἰς αὐτὸν ἐλπίδος. Αὕτη δὲ ἡ Ἱερουσαλὴμ, ἤτοι ὁ λαὸς, πάλαι οἷόν τις χορὸς ἦν, καθὸ καὶ μερὶς αὐτοῦ καὶ κλῆρος προσηγο ρεύετο· διὸ καὶ πρὸς Μαελὲθ ἐπιγέγραπται ὁ ψαλ μὸς, ὅ ἐστι χορείας ἤτοι χοροῦ. Ἐπειδὴ δὲ βαθὺ τὸ Χριστοῦ μυστήριον, καὶ λίαν λεπτῆς διανοίας δεῖ πνευματικῆς πρὸς τὸ συνιέναι αὐτό· τούτου χάριν Συνέσεως ἐπιγέγραπται. Λέγεται δὲ τοῦ Αἰμὰν εἶναι ὁ ψαλμὸς, ἐν Αἰγύπτῳ πρὸς Μωσέως πεποιημένος. Οὗτος δὲ ὁ Αἰμὰν ἀπόγονος ἦν τοῦ Ἰσραὴλ, ἅτε ἔκγονος ὢν τοῦ Ζαρὰ, ὃς ἦν υἱὸς τοῦ Ἰούδα, τοῦ υἱοῦ Ἰσραήλ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέ κραξα. Ἅτε ἀγαθὸς ὢν, εἰδὼς τὴν ἔκπτωσιν τοῦ λαοῦ καὶ τὴν τοῦ μαθητοῦ ἀπώλειαν, τὰς ὑπὲρ αὐ τῶν ἀναπέμπεται πρὸς τὸν Πατέρα εὐχάς· ὅπως ἂν,
108