μορφῇ, ἀκούοντες δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ τὸν μὲν Πέ τρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ· ὅτε τῇ θα λάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν. ∆υνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης. ∆είκνυσιν ὁ λόγος, ὡς αὐτὸς ὁ ἐν τῇ τοῦ δούλου μορ φῇ ἐστιν ὁ καὶ τὴν ὑγρὰν ἐξ ἀρχῆς παραγαγὼν οὐ σίαν· καὶ αὐτός ἐστιν ὁ τεθεικὼς ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ εἰρηκὼς αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἔδειξε δὲ τοῦτο ὑπάρχον ἀληθὲς, ἐπιτιμήσας καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, ὅτε μετὰ τῶν μαθητῶν συνέπλεε. Τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνω σας ὡς τραυματίαν τὸν ὑπερήφανον. Αὐτὸς γάρ ἐστιν ὁ δήσας τὸν ἰσχυρὸν καὶ τὸν ὑπερήφανον, καὶ δεδωκὼς τοῖς αὐτοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. Ὥσπερ τῆς θαλάσσης ∆εσπότης ἐστὶν, οὕτω καὶ τῶν οὐρανῶν ποιητὴς καὶ γῆς ἁπάσης. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμών. Τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διὰ τούτων σημαί νει· διὰ μὲν τοῦ βοῤῥᾶ τὰ ἀρκτῷα μέρη, διὰ δὲ τῆς θαλάσσης τὰ τῆς ἑσπέρας. Θάλασσαν γὰρ ἡ Γραφὴ τὴν ἑσπέραν καλεῖ· διὰ δὲ τοῦ Ἑρμὼν ὄρους τὸν νό τον· διὰ δὲ τοῦ Θαβὼρ ὄρους πάλιν τὴν ἀνατολήν. Σὸς ὁ βραχίων μετὰ δυναστείας. Ὁ σὸς, ὦ ∆έ σποτα, βραχίων, φησὶν, ἐπιδειχθείη τοῖς πᾶσι μετὰ δυναστείας. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἀλλ' ἐμφανὴς κατέστη ἡ τῆς μεγαλειότη 27.388 τος αὐτοῦ ὑπεροχή. Καὶ τοῦτό ἐστι τό· Κραταιωθή τω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κη ρύξας τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, εἰκότως μακαρίζει τοὺς τὸ αὐτοῦ ἐκμαθόντας μυστήριον. Τοῦτο δέ ἐστι τὸ τοὺς ἐπινικίους ᾄδειν αὐτῷ. Ἀλαλαγμὸς γάρ ἐστιν ἡ ἐπὶ τοῖς πεσοῦσιν ἐχθροῖς γινομένη ᾠδή. Παρετάξατο δὲ ὑπὲρ ἡμῶν, καὶ νενίκηκε τὰς ἀντικειμένας δυνάμεις. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσ ώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μα καρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα. Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Κέρας τὴν δόξαν φησί. Λέγει οὖν, ὡς πρὸς τὸν Πατέρα· Ἐπειδὴ σὺ ηὐδόκησας ἀποστεῖλαι τὸν Μονογενῆ, τούτου χάριν ἡ δόξα ἡμῶν διεγήγερται. Ἐδο ξάσθημεν γὰρ συνεγερθέντες Χριστῷ, καὶ συμβασι λεύσαντες αὐτῷ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, ἀντὶ τοῦ, πάλαι, φησὶ, δι' ὁράσεων προφητικῶν τοῖς υἱοῖς σου, λέγει δὲ τοῖς κεκλημένοις εἰς τὸ τῆς υἱοθε σίας ἀξίωμα, ἐλάλησας. Τί δὲ ἐλάλησας ἢ τό· Ἐθέ μην βοήθειαν ἐπὶ δυνατόν; Ὅμοιον δὲ ὡσεὶ λέγοι· ∆έδωκα, φησὶ, βοήθειαν ἐπὶ δυνατὸν τοῖς [ἀσθενέσι καὶ πλεονεκτουμένοις ὑπὸ τοῦ Σατανᾶ, τοῦ καταφυ γεῖν ἐπὶ δυνατόν. Ὁ δέ γε δυνατὸς, ὃν δέδωκεν ἡμῖν εἰς βοήθειαν ὁ Πατὴρ, Χριστός που πάντως ἐστί· καὶ γάρ ἐστι δυνάμεων Κύριος· Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον ∆αυῒδ τὸν δοῦλόν μου. Ἐν νόει Χριστὸν τὸν ἐκ σπέρματος ∆αυῒδ, ἐκλεκτὸν κε κλημένον, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. ∆αυῒδ δὲ πάλιν αὐτὸν ὀνομάζει, καθὸ ἐκ σπέρματος ἦν ∆αυΐδ· καὶ μὴν καὶ δοῦλον, διὰ τὸ ἐν τῇ τοῦ δούλου μορφῇ πεφηνέναι. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐ τόν. Ὅτε Θεὸς ἦν ὁ Λόγος, ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε, τὴν κρίσιν διὰ σὲ λαβὼν, ὠνομάσθη Χριστός. Θεὸς γὰρ ὢν ὁ Λόγος καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρ χων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐ τοῦ πλουτήσωμεν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. Ὁ Σωτὴρ ἔφασκε· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με
111