γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατ ηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρα νῷ πιστός. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Τὰ συμβεβηκότα ἐπὶ τῷ τιμίῳ σταυρῷ οἱ μακάριοι προφῆταί φασι. Λέγουσιν οὖν, ὡς πρὸς τὸν Πατέρα καὶ Θεόν· Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει τὸ σπέρμα ∆αυῒδ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' ἀπώσω καὶ ἐξουδένω σας· ἀνεβάλου τὸν Χριστόν σου. Τὸ δὲ, ἀπώσω καὶ ἐξουδένωσας, ἀντὶ τοῦ, ἀπωσθῆναι, καὶ ἐξου δενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσε τὸν ἴδιον Υἱόν· Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι· πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ὑπερέθου πληρῶσαι, φησὶ, τὰς ἐπαγγελίας τὰς περὶ αὐτοῦ· πέπονθε γὰρ μεταξύ. Πῶς δὲ ὑπερέθετο, λέγει· Κατέστρεψας φάσκων τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω γὰρ, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μέ νει· καὶ αὕτη γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ δια θήκη. Ἀλλ' ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, καὶ κατελογίσθη μετὰ νεκρῶν. Πέπονθε γὰρ, φησὶ, καὶ ἐσταυ ρώθη· οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δού λου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐ τοῦ· ὡς γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος ἐνομίσθη τοῖς παρανόμοις Ἰουδαίοις. Ἀλλ' οὐ μεμένηκε νεκρὸς, ὁ ἐν νεκροῖς ἐλεύθερος κατὰ τὴν τοῦ προφήτου φωνήν· οὔτε μὴν ἀδοξίαν τινὰ προσετρί ψατο τὸ πάθος αὐτῷ, ἀλλ' ἐδοξάσθη μᾶλλον διὰ τοῦ καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Φραγμοὺς αὐτοῦ καὶ ὀχυρώματα τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ, πάντες ἀφέντες αὐτὸν, ἔφυγον δειλιά σαντες· καὶ διὰ τοῦτό φησιν· Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ∆ιήρπαζον αὐτόν ... Εὔφρανας πάντας τοὺς 27.393 ἐχθροὺς αὐτοῦ. Ἔχαιρον γὰρ καὶ ἐπέσειον αὐτῷ τὰς κεφαλὰς, ὁρῶντες αὐτὸν ἐπὶ ξύλου κρεμάμενον. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐ τοῦ. Ἐπειδὴ ἀξίους ὄντας τὴν ἐσχάτην δίκην ἀποτῖσαι τοὺς σταυρώσαντας τὸν μονογενῆ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν οὐ τετιμώρηται παραχρῆμα, διὰ πολ λὴν φιλανθρωπίαν καιρὸν μετανοίας, τὸν διὰ βαπτί σματος, καὶ αὐτοῖς χαριζόμενος· τούτου χάριν ἀπο στρέψαι λέγεται τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ. Τὸ δὲ, ἀπέστρεψας, ἀντὶ, ἐπέσχες. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τὸ, κατέλυσας, ἀντὶ τοῦ, κατήνεγκας. Κατήνεγκας οὖν, φη σὶν, ἤτοι παρεσκεύασας εἰς τὸ πιστεύεσθαι, ὅτι κα θαρός ἐστιν. Ἐπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς ἁμαρτωλὸς κατεκρίθη, καὶ ἐν τοῖς ἀνόμοις ἐλο γίσθη. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος· νομίσαντες οἱ σταυρώσαντες, ὅτι πεπον θὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπο νοίας διερμηνεύει λέγων· Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Τουτέστι, Μέχρι τί νος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα, ἐπισπου δαζόντων τὴν τοῦ Μονογενοῦς καὶ Σωτῆρος ἡμῶν σταύρωσιν; Ὁ δὲ Σύμμαχος· Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυ μός σου; Μέχρι τίνος, φησὶ, ∆έσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδ' ἐπιφαίνῃ καὶ λύεις τὰς συμφοράς· ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ ἡμετέρων ἁμαρτάδων ἐκκαίεις; Μνήσθητι τίς μου ἡ ὑπόστασις. Ἐπ' ἀφθαρ σίᾳ, φησὶ, τὸν ἄνθρωπον πεποίηκας, καὶ κατ' εἰκό να τὴν σὴν ἔπλασας αὐτόν· ἀλλὰ γέγονεν ὑπὸ φθο ρὰν ἐξ ἀπάτης, φησίν. Οὐκοῦν τὴν ἀφθαρσίαν ἐπίδος ἵνα σώζωνται, καθάπερ ἐπλάσθη τὸ ποίημα. Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; Οὐδεὶς, φησὶν, οὔτε θανάτου
113