ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύ σομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενος· διὰ τοῦτο αὐτὸν φρουρήσω, καὶ καλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. Σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Οὐ μόνον, φησὶ, τῶν ἐπιβουλευόντων τοὺς ἐμαυτοῦ ῥύσομαι, ἀλλὰ γὰρ καὶ τὴν ἀτελεύτητον αὐτοῖς χαρίσομαι ζωήν· καὶ μὴν καὶ τοῦ σωτηρίου καταξιώσω τοῦ ἐμαυτοῦ. Εἴη δὲ τὸ σωτήριον ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς ἀγῶνα εἰσάγων, καὶ συμβασιλεύειν αὐτῷ παρασκευάζων. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι. Κεκρα γὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμὲ, ἐπ ακούοντά με, καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. Ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Εἴη δὲ τοῦτο τὸ σωτήριον αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς αἰῶνα εἰσαγαγὼν, καὶ συμβασιλεῦσαι αὐτῷ καὶ παρασκευάζων. ΨΑΛΜΟΣ ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Αʹ. Ὑπόθεσις. Ὁ Σαββατισμὸς, ἤτοι τὸ Σάββατον, εἴη ἂν ἡ μέλ λουσα κληρονομία, ὅτι καὶ ἀνάπαυσις τοὺς ἐνθάδε πόνους διαδέξεται, τὰς ἀμοιβὰς ἡμῶν δηλονότι ἀποληψομένων. Αἰνεῖ οὖν ἐκείνην τὴν γενησομένην ἀνάπαυσιν. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Αἴνεσιν προβάλλεται, φησὶ, καὶ ταύτην ἡμέρας τε καὶ νυκτὸς ἀπαύστως ὑπισχνεῖται καταλέγειν ἐφ' οἷς πεποίηκεν ὁ Μονογενής. Καὶ τί πεποίηκεν ἢ τὴν ἀνάστασιν ἡμῖν παρεσκεύασεν; Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου. Ἀπαγ γέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα. Ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετ' ᾠδῆς ἐν κιθάρᾳ. ∆εκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκά στης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας ἀγάλλομαί τε καὶ γάνυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Ἐγὼ μὲν, φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶν, καὶ τὸ βάθος τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ' οἱ ἄφρονες οὐ συνιᾶσι τοῦ μυστηρίου τὸ βάθος. Ἀνὴρ ἄφρων οὐ γνώσεται. ∆ιαφόρως ταῦτα εἴ ρηκεν, ὅτι ὁ τὰς φρένας νοσῶν καὶ συνέσεως ἔρημος 27.405 τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκούσεται περὶ τούτων. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Οἱ μὴ συνιέντες, φησὶ, τὸ μυστήριον δίκην χόρτου ἔσονται, μὴ ἔχοντες τὸ βάθος δηλαδὴ, καὶ ταχέως πε σοῦνται καὶ ξηρανθήσονται. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. Ὅταν, φησὶν, ἀπολοῦνται οἱ ἐχθροὶ καὶ διασκορπι σθήσονται, τότε δὴ τότε τὸ ἐμὸν κέρας, τουτέστιν ἡ βασιλεία ἡ ἡτοιμασμένη, περιφανὴς γενήσεται. Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι, γαυριάσομεν ἐπὶ σοὶ καὶ μέγα φρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καί σε τὸν ὄντα προσκυνοῦντες Θεόν. Τὸν γὰρ μονόκερων ἐνταῦθα πάλιν παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύ σεως κέρας· οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνήσουσι θεότητα. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Μετὰ τοὺς πόνους, φησὶν, οὓς ὑπομένω, τότε δὴ οἱονεὶ ἐλαίῳ χρήσομαι εἰς βασίλειον ἱεράτευμα· καὶ τοῦτό μοι ἔσται τῶν μακρῶν πόνων τὸ γέρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Ἔσται μοι τοῦτο μετὰ τῶν ἄλλων καλῶν, τὸ θεατήν με γενέσθαι πιπτόντων τῶν ἐπιβούλων μου τῆς ψυχῆς. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου. Οὗτοι δὲ, φη σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς κέδροις, φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἀνθήσουσιν. Ἐν ταῖς ἄνω δηλονότι μοναῖς, ἃς καὶ αὐλὰς
117