φαινόμενον πᾶσι. ∆ιὸ οὐδὲ εἶπεν, Ὁ Λόγος προέκοπτεν, ἀλλ', Ὁ Ἰησοῦς, ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴ πομεν. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέ γεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιό τητα· οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λε γόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν· Ἰδοὺ ἔκλαυσε καὶ εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται· καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτή ριον· πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λό γος τοῦ Πατρός; Ναὶ γέγραπται, ὅτι ἔκλαυσεν, ὦ Θεομάχοι, καὶ ὅτι εἶπεν, Ἐταράχθην, καὶ ἐπὶ τοῦ σταυροῦ εἶπεν, Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ, ὅ ἐστι, Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Καὶ παρεκάλεσε δὲ τοῦ παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλ' ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι· τὸ αὐτὸ γὰρ ἐφ' ἑκάστου τῶν παρ' ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη. Εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φο βείσθω τὸν θάνατον, ὡς ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα Θεὸς ὢν εἶχε φοβεῖσθαι; Ἢ διὰ τί τὸν θά νατον ἐφοβεῖτο ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θα νάτου ῥυόμενος; Ἢ πῶς λέγων, Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ σῶμα, αὐτὸς ἐφοβεῖτο; Πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ τοῦ Φα 26.437 ραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, Ἴσχυε καὶ ἀν δρίζου, αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶ τον; Εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (Κύριος γὰρ, φησὶν, ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐ τὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνα τον; Πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾷν τὸν θάνατον ἢ τὸν ᾅδην, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου βλέποντες ἔπτηξαν; Εἰ δὲ καθ' ὑμᾶς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ ἔφευγεν, ἀλλὰ καὶ ζητούμε νος ἔλεγεν· Ἐγώ εἰμι; Καὶ γὰρ ἠδύνατο μὴ ἀποθα νεῖν, ὡς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἀλλ' οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾖ Λόγος ἦν· ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς σαρκός· ἀλλ' ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ ἐκ γενετῆς τυφλῷ ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰ νοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι· διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώ σκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν αὐτῷ φαίνε σθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν, ὅτι, 26.440 Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον ἄνθρωπον, λέγων· Κἂν ἐμοὶ μὴ πιστεύητε, βλέποντες ἀνθρώπινόν με περιβεβλη μένον σῶμα, ἀλλὰ κἂν τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διά νοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν ἑνότητα τοῦ Πα τρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ, ὅτι ἔκλαυσεν, ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλ' ἐκ τούτων τῇ
117