Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, δι' ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνη σαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτά της προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν ἦν ἀφαιρού μενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατον θανάτῳ κατήρ γησε, καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα ἐποίει. Ἀνθρώπινα μὲν γὰρ ἦν τὸ λέγειν· Παρελθέτω τὸ ποτή ριον, καὶ, Ἵνα τί με ἐγκατέλιπες; θεϊκῶς δὲ ὁ αὐ τὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγεί ρεσθαι. Πάλιν τε λέγων ἀνθρωπίνως, Νῦν ἡ ψυχή μου τετάρακται· ἔλεγε καὶ θεϊκῶς· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Τὸ μὲν γὰρ ταράττεσθαι τῆς σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄν θρωπος γὰρ οὐ κατ' ἰδίαν ἐξουσίαν, ἀλλ' ἀνάγκῃ φύ σεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνα τος αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπ' ἐξου σίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, ὅτε βούλεται. Περὶ τού του καὶ ∆αβὶδ ψάλλει· Οὐκ ἐγκαταλείψεις τὴν ψυ χήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἔπρεπε γὰρ, φθαρτὴν οὖσαν τὴν σάρκα, μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνη τὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώ ματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξά μενοι αὐτὸν, τῆς παρ' ἐκείνου μεταλαμβάνομεν ἀθα νασίας. Μάτην τοίνυν σκανδαλίζεσθαι προσποιοῦνται, καὶ μικρὰ νοοῦσιν οἱ Ἀρειομανῖται περὶ τοῦ Λόγου, εἰ γέγραπται, ἐταράχθη, καὶ ἔκλαυσεν. Ἐοίκασι γὰρ μηδὲ ἀνθρωπίνην αἴσθησιν ἔχειν, ἀγνοοῦντες τὴν τῶν ἀνθρώπων φύσιν καὶ τὰ τούτων ἴδια· δι' ἃ μᾶλ λον ἔδει θαυμάζειν, ὅτι ἐν τοιαύτῃ πασχούσῃ 26.445 σαρκὶ ἦν ὁ Λόγος, καὶ οὔτε ἐκώλυε τοὺς ἐπιβουλεύον τας, οὔτε ἐξεδίκει κατὰ τῶν ἀναιρούντων, καίπερ δυνάμενος, ὁ ἄλλους κωλύσας ἀποθανεῖν, καὶ ἀποθα νόντας ἐγείρας ἐκ τῶν νεκρῶν· ἀλλ' ἠνείχετο πάσχειν τὸ ἴδιον σῶμα. ∆ιὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ὡς προεῖπον, ἵνα σαρκὶ πάθῃ, καὶ λοιπὸν καὶ ἀπαθὴς καὶ ἀθάνατος ἡ σὰρξ κατασκευασθῇ· καὶ ἵνα, καθὼς πολλάκις εἴπομεν, ὡς εἰς αὐτὸν τῆς ὕβρεως καὶ τῶν γινομένων φθανόντων, μηκέτι τῶν ἀνθρώπων ἅπτηται ταῦτα, ἀλλ' ἐξαφανισθῇ παντελῶς παρ' αὐ τοῦ· καὶ λοιπὸν δι' αἰῶνος ἄφθαρτοι, ὡς ναὸς τοῦ Λόγου, διαμείνωσι. Ταῦτα εἰ οὕτως καὶ οἱ Χρι στομάχοι διενοοῦντο, τόν τε σκοπὸν τὸν ἐκκλη σιαστικὸν ὡς ἄγκυραν τῆς πίστεως ἐπεγίνωσκον, οὔτ' ἂν ἐναυάγησαν περὶ τὴν πίστιν, οὔτε τοσοῦ τον ἠναισχύντουν, ὡς ἀνθίστασθαι καὶ τοῖς βουλομέ νοις πεπτωκότας αὐτοὺς ἐγεῖραι, καὶ μᾶλλον ἐχθροὺς ἡγεῖσθαι τοὺς νουθετοῦντας αὐτοὺς εἰς εὐσέβειαν. Ἀλλ' ὡς ἔοικε, πονηρὸν ὁ αἱρετικὸς ἀληθῶς, καὶ πανταχόθεν ἐστὶν ἔχων διεφθαρμένην τὴν καρδίαν εἰς ἀσέβειαν. Ἰδοὺ γὰρ ἐπὶ πᾶσιν ἐλεγχόμενοι, καὶ δεικνύμενοι πάσης συνέσεως ἔρημοι, οὐκ αἰσχύ νονται· ἀλλ' ὥσπερ ἡ λεγομένη παρὰ τοῖς Ἑλλήνων μύθοις ὕδρα τὸ θηρίον, ἀναιρουμένων τῶν προτέρων ὄφεων, ὤδινεν ἑτέρους ὄφεις, φιλονεικοῦσα πρὸς τὸν ἀναιροῦντα τῇ τῶν ἑτέρων προβολῇ· τὸν αὐτὸν τρό πον καὶ οἱ Θεομάχοι καὶ οἱ Θεοστυγεῖς, ὥσπερ ὕδραι, τὴν ψυχὴν πίπτοντες ἐφ' οἷς προβάλλονται, ἄλλας ἐφευρίσκουσιν Ἰουδαϊκὰς καὶ μωρὰς ἑαυτοῖς ἐκζητήσεις· καὶ ὥσπερ ἔχθραν τὴν ἀλήθειαν ἔχοντες, ἐπινοοῦσι καινότερα, ὅπως μᾶλλον Χριστο μάχους ἑαυτοὺς διὰ πάντων ἐπιδείξωσιν. Μετὰ γὰρ τοὺς τοσούτους κατ' αὐτῶν ἐλέγχους, ἐφ' οἷς καὶ ὁ διάβολος αὐτὸς ὁ τούτων πατὴρ ἐν τραπεὶς ἂν ἀπῆλθεν ὀπίσω, πάλιν ὡς ἀπὸ στρεβλῆς τῆς καρδίας αὐτῶν ἐπινοοῦντες γογγύζουσι, καὶ τοῖς μὲν ψιθυρίζουσι, τοῖς δὲ, ὡς κώνωπες,
119