ῥήμασιν ἑαυτοῦ συνθεὶς ὁ σοφιστὴς, ὅτι τε τὸ γέννημα καὶ τὸ ποίημα ταὐτόν ἐστι, καὶ εἷς ἐκ πάντων τῶν ὄντων γεννημάτων ἐστὶν ὁ Υἱὸς, εἰς τοῦτο συνέκλεισεν, ὅτι τὰ ποιήματα βουλήματι καὶ θελήματι προσήκει λέγειν. 26.452 Οὐκοῦν εἰ ἄλλος ἐστὶ τῶν πάντων ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐδείχθη, καὶ μᾶλλον τὰ ἔργα δι' αὐτοῦ γέγονε, μὴ λεγέσθω βουλήσει, ἵνα μὴ καὶ αὐτὸς οὕτως γίνηται, ὥσπερ καὶ τὰ δι' αὐτοῦ γενό μενα συνέστη. Καὶ γὰρ ὁ μὲν Παῦλος, οὐκ ὢν πρό τερον, ὕστερον ὅμως διὰ θελήματος Θεοῦ ἀπόστολος γέγονεν· ἡ δὲ κλῆσις ἡμῶν, ὥς ποτε καὶ αὐτὴ μὴ οὖσα, νῦν δὲ ἐπιγενομένη, προηγουμένην ἔχει τὴν βούλησιν, καὶ ὡς αὐτὸς πάλιν ὁ Παῦλός φησι, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ γέγονε. Τό τε διὰ Μωσέως λεγόμενον, Γενηθήτω φῶς, καὶ, Ἐξαγαγέτω ἡ γῆ, καὶ, Ποιήσωμεν ἄνθρωπον, ἡγοῦ μαι, καθὰ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται, τῆς βουλήσεως τοῦ ποιοῦντος εἶναι τοῦτο σημαντικόν. Τὰ μὲν γὰρ μὴ ὄντα ποτὲ, ἀλλ' ἔξωθεν ἐπιγινόμενα, ὁ ∆ημιουργὸς βουλεύεται ποιῆσαι· τὸν δὲ ἴδιον Λόγον ἐξ αὐτοῦ φύσει γεννώμενον οὐ προβουλεύεται· ἐν τούτῳ γὰρ ὁ Πατὴρ τὰ ἄλλα, ὅσα βουλεύεται, ποιεῖ, καὶ δημιουργεῖ ἐν τούτῳ· καθὼς καὶ Ἰάκωβος ὁ ἀπόστολος διδάσκων ἔλεγε· Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας. Οὐκοῦν ἡ περὶ πάντων τῶν τε ἀναγεννωμένων καὶ τῶν ἅπαξ γινομένων τοῦ Θεοῦ βούλησις ἐν τῷ Λόγῳ ἐστὶν, ἐν ᾧ καὶ τὰ δό ξαντα ποιεῖ καὶ ἀναγεννᾷ. Καὶ τοῦτο γὰρ πάλιν ὁ Ἀπόστολος σημαίνει, γράφων εἰς Θεσσαλονίκην· Τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. Εἰ δὲ, ἐν ᾧ ποιεῖ, ἐν αὐτῷ καὶ ἡ βούλη σίς ἐστι, καὶ ἐν Χριστῷ ἐστι τὸ θέλημα τοῦ Πατρός· πῶς δύναται καὶ αὐτὸς ἐν βουλήσει καὶ θελήματι γίνεσθαι; Εἰ γὰρ καὶ αὐτὸς ἐν βουλήσει καθ' ὑμᾶς γέγονεν, ἀνάγκη καὶ τὴν περὶ αὐτοῦ βούλησιν ἐν ἑτέρῳ τινὶ λόγῳ συνίστασθαι, δι' οὗ καὶ αὐτὸς γίνε ται· δέδεικται γὰρ ἡ τοῦ Θεοῦ βούλησις οὐκ ἐν τοῖς γινομένοις οὖσα, ἀλλ' ἐν τῷ δι' οὗ καὶ ἐν ᾧ γίνεται τὰ ποιήματα πάντα. Ἔπειτα ἐπειδὴ ταὐτόν ἐστιν εἰπεῖν βουλήσει, καὶ, Ἦν ποτε ὅτε οὐκ ἦν, ἀρκείσθω σαν τῷ λέγειν, Ἦν ποτε ὅτε οὐκ ἦν· ἵνα, αἰσχυνό μενοι διὰ τὸ ἐκ τούτου χρόνους σημαίνεσθαι, γνῶσιν, ὅτι καὶ βουλήσει λέγοντες χρόνους πρὸ Υἱοῦ σημαίνουσι· τῶν γάρ ποτε μὴ ὄντων προηγεῖται τὸ βουλεύεσθαι, ὡς ἐπὶ πάντων τῶν κτισμάτων. Εἰ δὲ ὁ Λόγος τῶν μὲν κτισμάτων ἐστὶ δημιουργὸς, αὐ τὸς δὲ συνυπάρχει τῷ Πατρί· πῶς δύναται τοῦ ἀϊδίως ὄντος, ὡς μὴ ὄντος, προηγεῖσθαι τὸ βουλεύεσθαι; Εἰ γὰρ προηγεῖται βουλὴ, πῶς δι' αὐτοῦ τὰ πάντα; 26.453 Μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ἀποκυηθεὶς Υἱὸς, ὥσπερ καὶ ἡμεῖς Λόγῳ ἀλη θείας γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζη τεῖν, ὥσπερ εἴρηται, ἄλλον Λόγον, δι' οὗ καὶ οὗτος γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, ὧν ἠθέλησεν ὁ Θεός. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γάρ), ἀλλὰ πάντα δι' αὐτοῦ γέγονεν, ἅπερ ὁ Πα τὴρ βεβούληται· πῶς οὐ δείκνυται τούτων πο λυκέφαλος πανουργία; Ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ποίημα καὶ κτίσμα, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐ τὸν εἶναι, βούλησιν προβαλλόμενοι καὶ λέγοντες· Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; Τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλή σει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύ σιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ
121