ψαλμῷ· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου· καὶ ἐν τῇ βουλῇ σου ὡδή γησάς με. Πῶς οὖν δύναται βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς θελήματι καὶ βουλήσει, ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν δι' ἑαυτοῦ γεγονέναι, ἢ δι' ἑτέρου τινός; Τίς οὖν ἐστι, δι' οὗ γέ γονε; Πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, Χριστὸν ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων τὴν ἀκολουθίαν, εὑρί σκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυ θεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ κτίσμα καὶ ἐξ οὐκ ὄντων θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, βούλησιν καὶ θέλησιν προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν ∆ημιουργὸν ἀναφέρειν; Ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου 26.460 εἶναι ἐν τῷ Πατρί; Εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, Ἐγὼ ἐν τῷ Πατρί· ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν, Ἐγὼ ἐν τῷ Πατρὶ, οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὐτὸς ὑπέστη καθ' ὑμᾶς. Κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλ' οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπρο σθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; Πάντων δὲ Κύριος τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ οὐκ οὖσά ποτε γέγονε. Ἔδει δὲ αὐτοὺς, λέγοντας βουλήσει τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ φρονήσει γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι. Ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν, ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν· οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνη σιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλ' οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν Λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀπο συμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου ἔννοιαν καὶ θέλησιν προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πα τρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ Μάγος ἤκουσεν· Ἡ ἀσέβεια Οὐαλεντίνου σὺν ὑμῖν εἴη εἰς ἀπώλειαν! ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον. Φησὶ γάρ· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει· ὡς δὲ ὧδε ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω πάντα, ὅσα ἠθέλησεν, ἐποίησε· καὶ ὡς ὁ Ἀπό 26.461 στολος γράφει Θεσσαλονικεῦσι· Τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν. Ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς, αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ, ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ σοφία· ὁ ἄρα λέ γων βουλήσει τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ἐν Σοφίᾳ γεγονέναι, καὶ τὸν Υἱὸν ἐν Υἱῷ πεποιῆσθαι, καὶ διὰ τοῦ Λόγου τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παρ' αὐτοῦ Γραφαῖς ἐναν τιοῦται· καὶ γὰρ καὶ ὁ Ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ἀπαύγα σμα καὶ χαρακτῆρα τὸν Υἱὸν κηρύττει, λέγων· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑπο στάσεως αὐτοῦ. Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον, ὡς οὔτε τὸ ἴδιον
123