ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συν έστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. ∆ιὸ καὶ λαὸς αὐτοῦ καὶ πρόβατα αὐτοῦ τυγχάνομεν· ὡς εἶναι μὲν ὁ λαὸς λογικώτερος, πρόβατα δὲ οἱ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων, κατὰ τὸ εἰρημένον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Ἄλλοι μὲν ὡς λαὸς αὐτοῦ, οἱ κρείττους· οἱ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ, οἱ ὑποβεβηκότες. Πλὴν ἀλλὰ, πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντας καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει Θεός· τοὺς μὲν ὡς λαὸν αὐτοῦ, τὰ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς Ἐκ κλησίαν φησὶν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ, ἅτε πρό τερον ἐξαγγέλλοντες τὰ ἁμαρτήματα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας. Τῷ ∆αυΐδ. ΨΑΛΜΟΣ Ρʹ. Ὑπόθεσις. Ἐν τούτῳ τῷ ψαλμῷ τὸν τέλειον ἡμῖν διαγράφοι, τὸν κατὰ Θεὸν πολιτευόμενον, διδάσκων ἡμᾶς ποίαν δεῖ πολιτείαν ἐπιτηδεύειν τοὺς ἐπιθυμοῦντας τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ταῦτα, φησὶν, ἐπὶ στόματος φέρων διαπαντὸς ἃ οἶδα εἰς ἡμᾶς κατορθωθέντα, δοθήσεται κρίσις, τουτέστιν ἡ δικαιοκρισία. Ἐδικαίωσε γὰρ ἐκ τῶν ἐχθρῶν ἡμῶν τὴν δίκην ἡμῶν. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. Τὸ, ψαλῶ τὸν ὕμνον, φησὶν, ὡσεὶ λέγοι σαφέστερον· Ὑμνῶν οὐ παύσομαι καὶ τὴν ἐμὴν ὁδὸν παρασκευάζων ἄμωμον, τὴν σὴν, ὦ ∆έσποτα, παρουσίαν προσδοκῶν. ∆εῖ γὰρ ηὐτρεπισμένους ἡμᾶς εἶναι πρὸς τὴν τοῦ Κυρίου ἄφιξιν. Τοσαύτην γὰρ ὁ θαυμαζόμενος οὗ τος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας 27.425 βοῆσαι πρὸς τὸν Θεόν· Πότε ἥξεις πρὸς μέ; Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου τὴν παρουσίαν, ὦ ∆έσποτα, ἱμείρομαί σου τῆς ἐπι φανείας· ἀλλὰ δὸς τὸ ποθούμενον. ∆ιεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. Οὐδένα, φησὶν, ἔσχον ἄδικον συνοικοῦντα λογισμόν· ἀλλ' ὅλως ἐμαυτῷ μετὰ καθαρότητος διεπορευόμην. Ποιοῦντας παραβάσεις ἐμίσησα. ∆εῖ γὰρ μὴ μόνον ἀπέχεσθαι τῶν πονηρῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα ποιοῦντας ἀποστρέφεσθαι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ εἰσι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι. Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Οὕτω, φησὶν, ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς πονηροὺς, ὡς καὶ τὴν παρ ουσίαν καὶ τὴν ἀπουσίαν αὐτῶν ἀγνοεῖν· διὸ καὶ ἀπαιρόντων οὐκ ἐγίνωσκον, οὐκοῦν οὐδὲ παρόντων εἰ παρῆσαν ἐγίνωσκον. Γνώμης δὲ ἀπόδειξις ἀνακει μένης Θεῷ τὸ τῶν κάτω μηδένα ποιεῖσθαι λόγον διὰ τὴν ἄνωθεν προσοχήν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τὰς δὲ λάθρα γινομένας κατ ηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρω μένους ἐξήλαυνον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οὔτε μὴν τοὺς ἀλαζονείᾳ καὶ πλεονεξίᾳ χρωμένους ἐποιούμην συσσίτους. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Οἱ δὲ μὴ οὕτως διακείμενοι, ἀλλὰ τἀναντία φρονοῦντες ὑπερηφανείᾳ λέγω καὶ ἀδικίᾳ καὶ ἐξουδενώσει, πόῤῥω ἀπέβαλον ἀπ' ἐμοῦ, ὥστε μὴ ὁρᾷν αὐτούς. Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς. Ἁμαρτωλούς φησι τοὺς πονηροὺς λογισμοὺς, οὓς ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζε. Τοῦ ἐξολοθρεῦσαι ἐκ πό λεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Πόλιν Κυρίου τὴν ἁγίαν φησὶ ψυχὴν, κατὰ τὸ εἰρημένον· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναν τίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. ΡΑʹ. Ὑπόθεσις. Ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χο ρὸς, ὁ λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ πρώτου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ ὑπὲρ
124