τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη. Ὁποία γὰρ ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακα ρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱὸς, οὐδὲ, Ὃν κατ' εὐδοκίαν ἔσχον Υἱόν· ἀλλ' ἁπλῶς, Ὁ Υἱός μου, καὶ μᾶλλον, Ἐν ᾧ ηὐδόκησα· δεικνὺς ἐκ τούτων, ὅτι, Φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται. Ἆρ' οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ μὴ βου λομένου τοῦ Πατρός ἐστιν ὁ Υἱός; Οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελή τως ἐστὶν ἀγαθός· ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ· οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλή σεως ἤρξατο, ἀλλ' οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτω καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ. Θελέσθω καὶ φιλείσθω τοί νυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ θέλειν καὶ 26.464 τὸ μὴ ἀβούλητον τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾷ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις βούλησιν ἐπεισ αγέτω· μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πα τρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ βουλεύε σθαι. Μαίνοιτο γὰρ ἄν τις μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ βούλησιν καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, Βουλήσει γέγονεν, ἕτερον δὲ, ὅτι Ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν. Τὸ μὲν γὰρ λέγειν, Ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπ' ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνα σθαί τινα νοεῖν, ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, Ἠδύνατο καὶ μὴ εἶναι,δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἠδύνατο μὴ εἶναι. Ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, Ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ. Ἀλλ' ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, Ὁ Πατὴρ θέλει τὸν Υἱὸν, καὶ, Ὁ Λόγος θέλει τὸν Πατέρα, οὐ βούλησιν προηγουμένην δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυ γάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύ γασμα οὐκ ἔχει μὲν βούλησιν προηγουμένην ἐν τῷ φωτί· ἔστι δὲ φύσει αὐτοῦ γέννημα θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι, ὅτι ὁ Πατὴρ ἀγαπᾷ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ Ἐκκλησίᾳ, ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· ὁ δὲ Υἱὸς ἀκολούθως, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; Καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; Καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ἐν βουλήσει 26.465 ἡ βουλή; Ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν Λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν Υἱῷ, καὶ ἡ Σοφία ἐν Σοφίᾳ γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλ' ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι' αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι Γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ βουλήσεως σκεπτομέ νους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν γυ ναῖκας, ἃς οὗτοι πρότερον ἠρώτων
124