128
Ἰούδας καὶ ἀπόστολος ἦν καὶ ἐλεύθερος ἦν καὶ τὸν Χριστὸν εἶδεν· ἀλλ' ἐπειδὴ ἀποστόλου ἔργον οὐκ εἶχεν, οὐδὲν αὐτὸν ἐκεῖνα ὤνησε. ∆ιὰ δὴ τοῦτο καὶ τοῦτο προστίθησι, καὶ αὐτοὺς μάρτυρας καλεῖ. Καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, ὅρα πῶς αὐτὸ κολάζει λέγων, Ἐν Κυρίῳ· τουτέστι, Τοῦ Θεοῦ τὸ ἔργον ἐστὶν, οὐκ ἐμόν. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. βʹ. Ὁρᾷς πῶς οὐκ ἐστὶ περιττός; Καίτοι γε εἶχε τὴν οἰκουμένην εἰπεῖν καὶ ἔθνη βάρβαρα καὶ γῆν καὶ θάλατταν· ἀλλ' ὅμως οὐδὲν ἐκείνων λέγει, ἀλλὰ κατὰ συνδρομὴν καὶ ἐκ περιουσίας νικᾷ. Τί γάρ μοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν μοι ὑπόθεσιν; Οὐ λέγω τοίνυν τὰ παρ' ἄλλοις κατορθώματά μοι γεγενημένα, ἀλλ' ὧν ὑμεῖς ἐστε μάρτυρες. Ὥστε εἰ καὶ μηδαμόθεν ἄλλοθεν, παρ' ὑμῶν μάλιστά με ἐχρῆν λαβεῖν. Ἀλλ' ὅμως παρ' ὧν μάλιστά με ἔδει λαβεῖν (διδάσκαλος γὰρ ὑμῶν ἐγενόμην), παρὰ τούτων οὐκ ἔλαβον. Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι. Πάλιν κατὰ συνδρομὴν τὸν λόγον τίθησι· καὶ γὰρ τῆς οἰκουμένης ἀπόστολος ἦν. Ἀλλ' ὅμως οὐ λέγω τοῦτο, φησὶν, οὐδὲ μάχομαι καὶ φιλονεικῶ, ἀλλὰ τὸ ὑμέτερον τίθημι. Ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε· τουτέστιν, ἡ ἀπόδειξις. Κἂν βούληταί τις, φησὶ, μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ὑμᾶς προβάλλομαι· πάντα γὰρ τὰ τοῦ ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην, καὶ οὐδὲν ἐνέλιπον· ὅπερ καὶ ἐν τῇ δευτέρᾳ φησὶν ἐπιστολῇ. Εἰ καὶ οὐδέν εἰμι, λέγων, τὰ μέντοι σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι. Τί γάρ ἐστιν ᾧ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; ∆ιὰ τοῦτό φησιν· Ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε. Καὶ γὰρ καὶ σημεῖα ἐπεδειξάμην, καὶ λόγῳ ἐδίδαξα, καὶ κινδύνους ὑπέμεινα, καὶ βίον παρεσχόμην ἄληπτον. Καὶ ταῦτα ὅλα διὰ τῶν ἐπιστολῶν τῶν δύο τούτων ἔστιν ἰδεῖν, πῶς ἑκάστου τούτων παρέχεται αὐτοῖς ἀπόδειξιν μετὰ ἀκριβείας ἁπάσης. Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη. Τί ἐστιν, ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη; Τοῖς ζητοῦσι μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ἢ τοῖς ἐγκαλοῦσί μοι ὡς χρήματα λαμβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι' ἣν οὐ λαμβάνω, ἢ τοῖς βουλομένοις με δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑμετέρα κατήχησις καὶ ταῦτα ἃ μέλλω λέγειν, ἀπόδειξις καὶ ἀπολογία γίνεται. Ποῖα δὴ ταῦτα; Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; 61.172 Καὶ πῶς ταῦτα ἀπολογία; Ὅτι ὅταν φαίνωμαι καὶ τῶν συγκεχωρημένων ἀπεχόμενος, οὐκ ἂν εἴην δίκαιος ὑποπτεύεσθαι, ὡς ἀπατεὼν ἢ ἐπὶ χρήμασί τι ποιῶν. Τά τε οὖν ἔμπροσθεν εἰρημένα, καὶ ἡ ὑμετέρα διδασκαλία, καὶ ταῦτα, ἅπερ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ὑμῖν, καὶ πρὸς ἅπαντας τοὺς ἀνακρίνοντάς με ἐντεῦθεν ἵσταμαι, ἐκεῖνά τε λέγων καὶ ταῦτα· Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν; Ἀλλ' ὅμως καὶ ἔχων, ἀπέχομαι. Τί οὖν, οὐκ ἔτρωγεν οὐδὲ ἔπινε; Μάλιστα μὲν πολλαχοῦ οὔτε ἔτρωγεν οὔτε ἔπινε· καὶ γὰρ, Ἐν λιμῷ, φησὶ, καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι διετρίβομεν. Ἐνταῦθα μέντοι οὐ τοῦτο λέγει, ἀλλὰ τί; Οὐ τρώγομεν οὐδὲ πίνομεν παρὰ τῶν μαθητευομένων λαμβάνοντες, καίτοι γε ἐξουσίαν ἔχοντες τοῦ λαβεῖν. Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; Ὅρα σοφίαν· τὸν κορυφαῖον ὕστερον τέθεικε· τὸ γὰρ ἰσχυρότερον τῶν κεφαλαίων τότε τίθεται. Οὐδὲ γὰρ οὕτω θαυμαστὸν ἦν δεῖξαι τοὺς ἄλλους τοῦτο ποιοῦντας, ὡς τὸν πρωτοστάτην καὶ τὰς κλεῖς ἐμπιστευθέντα τῶν οὐρανῶν. Πλὴν οὐ μόνον τίθησιν, ἀλλὰ πάντας, μονονουχὶ λέγων· ἄν τε καταδεεστέρους ζητῇς, ἄν τε ὑπερέχοντας, ἁπάντων κεῖται τὰ ὑποδείγματα. Καὶ γὰρ οἱ ἀδελφοὶ τοῦ Κυρίου τῆς προτέρας ἀπιστίας ἀπαλλαγέντες, τῶν δοκίμων ἦσαν γεγενημένοι, εἰ καὶ μὴ πρὸς τοὺς ἀποστόλους ἔφθανον. ∆ιὸ δὴ καὶ μέσους αὐτοὺς τέθεικεν, ἑκατέρωθεν τοὺς ἄκρους θείς. Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Ὅρα τὴν ταπεινοφροσύνην καὶ τὴν παντὸς φθόνου καθαρεύουσαν ψυχὴν, πῶς ὃν ᾔδει