εἰργάσατο ἀνακαινίσας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλὰ σωζομέ νους ὀρῶν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Τὴν καθόλου κρίσιν ἐπισυνάπτει, ἢ καὶ φό βον παρέξει πᾶσι τοῖς ἐπὶ γῆς. Οὐ γάρ ἐστιν ὁ μὴ δεδοικὼς ἐκεῖνο τὸ φρικτὸν καὶ θεῖον δικαστήριον. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, ἃς καὶ ἐγκαύσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, οὗ καὶ σύμβολον ὁ καπνός. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ∆ιαλογὴ, ἀντὶ τοῦ, ἡ ἐκλογή μου. Λέγει δὲ ὅπερ ἐξελέξατο, τὸ μόνον θέλειν ὑμνεῖν τὸν Θεὸν, ὃ καὶ ἀρέσει αὐτῷ τῷ ὑμνουμένῳ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. Ἐν ἐκείνῳ δηλονότι τῷ καιρῷ. Ἀκούσονται γάρ· Πορεύεσθε ἀπ' ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν τῇ τῶν εὐλογούντων τὸν Θεὸν δηλονότι μερίδι ἐκλείψουσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τοῦ τῶν ἁγίων ἀξιοῦσθαι ποιεῖ. Ἀλληλούϊα. Ρ∆ʹ. Ὑπόθεσις. Ἔστι δὲ τὸ, ἀλληλούϊα, αἶνος τῷ ἀοράτῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεὸν, ὥσπερ τὰ χερουβὶμ τό· Ἅγιος, ἅγιος, ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες, αὐτήκοοι γενόμενοι, ὥσπερ Ἡσαΐας τῶν σεραφίμ. ∆ιαιρεῖται δὲ τὸ ἀλληλούϊα οὕτως, ἂλ, Θεὸς, ἢλ, ἰσχυρὸς, οὔϊα, κραταιός. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φαν ερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Πόσον τὸ ἐκ τοῦ ἐξομολογεῖσθαι ὄφελος γί 27.444 νεται διδάσκει. Εἰ γὰρ ζητήσητε, φησὶν, αὐτὸν, συμ βήσεται ὑμῖν καὶ ἡ περὶ τὸν νοῦν εὐφροσύνη, καὶ τὸ κραταιωθῆναι καὶ δοξασθῆναι τὴν ἡμετέραν κε φαλήν. Μνήσθητι τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν. Ὧν πεποίηται λέγει ἐν τῇ παρουσίᾳ θεοσημειῶν, εἴτε τῶν ἐν τῇ Καινῇ ∆ιαθήκῃ, εἴτε τῶν ἐν τῇ Παλαιᾷ παρὰ Μωϋσῇ καὶ τοῖς πρότερον ἁγίοις. Πολλὰ γὰρ ἐθαυματούργησαν καὶ οὗτοι διὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ταῦτα τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι παραδοῦναι κελεύει τοὺς αὐτῶν κήρυκας πρὸς τοῖς ἐν τῇ Καινῇ παρὰ τοῦ Σωτῆρος γεγενημένοις, ὅσα τε κέκρικεν αὐτοῦ τὸ στόμα διά τε τῆς Παλαιᾶς καὶ Καινῆς. Ὡς ἂν βασιλικοὺς νόμους φυλάξαι κελεύσατε. Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐ τοῦ. Τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ πε ριπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆ σαι, καὶ τὰ λοιπά· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας· ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς ∆ιαθήκης. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, Υἱοῦ Ἰακὼβ ἐκλεκτοῦ αὐτοῦ. Ἔτι ὡς πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἵνα ᾖ· Ὡς σπέρμα μὲν ὄντες τοῦ Ἀβραὰμ καὶ δοῦλοι αὐτοῦ, καὶ υἱοὶ ὄντες τοῦ Ἰακὼβ καὶ ἐκ λεκτοὶ αὐτοῦ (αὐτὸς γὰρ αὐτοὺς ἐξελέξατο), ἀπαγ γείλατε ἐν τοῖς ἔθνεσιν, ὡς αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Ἀπὸ τοῦ Βαβυλωνίων ἔθνους εἰς τὸ Παλαιστίνων. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Τὸν Ἀβιμέλεχ περὶ τῆς εἰς Σάῤῥαν παροινίας. Μὴ ἅψησθε τῶν χριστῶν μου. Χριστοὶ καὶ οἱ περὶ τὸν Ἀβραὰμ, διὰ τὸ τῆς τοῦ Θεοῦ Λόγου ἐπιφανείας ἠξιῶσθαι ἐν ὁράσεσιν. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν. Οἰκονομικῶς ἐποίησε γενέσθαι τὸν λιμὸν, ἵνα, δι' αὐτὸν κατελ θόντες εἰς Αἴγυπτον καὶ αὐξηθέντες, τὴν γῆν ἀπο λάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συν έτριψε. Τοῦτο κατ' ὀργὴν Θεοῦ ἐν τοῖς λιμοῖς εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὰ ἀποτε λέσματα τῶν ἐνυπνίων φησί. Λέγει οὖν, ὅτι μέχρι τούτου ἐκακοπάθησε τὸν
130