προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν τὴν πά σης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προσχύσει τῶν ὑδάτων ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ὑδάτων ἀφθόνους ἀναδοθῆ ναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένη ται· προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλα γος, καὶ ἡ ἀκρότομος ἔβλυσε πέτρα, καὶ ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν συνήθροισαν· καὶ τἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἔοικεν αἰνίττεσθαι τοῦ ἐκ περιτο μῆς λαοῦ τὴν ἀπόπτωσιν· εὐχήν τε τούτοις παραδιδό ναι πρὸς ἐξομολόγησιν, ὡς μηκέτι τὴν ἐπισκοποῦσαν θείαν ἔχουσι δύναμιν. ∆ιδάσκει δὴ λέγειν ὡς ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος ἧς ἅπαν ἔθνος ἠξίωται. Πλὴν διὰ τὸ σὸν ὄνομα ποίησον τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ' ἡμᾶς. Ἀλλ' οὐ δικαιοσύνης διδοὺς ἀμοιβὰς, Θεὸς ὢν ἀληθινὸς, ἀλλ' οὐχ οἷα τὰ εἴδωλα· διόπερ ἐπήγαγεν· 27.469 Τὰ εἴδωλα τῶν, ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Τινῶν τῶν ἀντιγράφων ἀρ χὴν ἔχει ταῦτα ἑτέρου ψαλμοῦ, ὡς εἶναι τοῦτον ἑκα τοστὸν τεσσαρεσκαιδέκατον. Ἡμεῖς δὲ, τῷ Ἑβραϊκῷ παρεπόμενοι μέρει, εἶναι ταῦτα τιθέμεθα τοῦ ἑκατο στοῦ τρισκαιδεκάτου. Παιδεύονται γὰρ οἱ παῖδες οἷς ἔλεγεν· Αἰνεῖτε, παῖδες, Κύριον· τουτέστιν ὁ νέος λαός. Ποῖον Κύριον προσῆκόν ἐστιν αἰνεῖν; Αὐτὸν δὴ τὸν ἐπὶ τῶν ἐξ Αἰγύπτου τοσαῦτα τερατουργήσαντα, μετὰ τοῦ μαθεῖν ὁποῖοί τινες ἦσαν οἱ πάλαι τούτων θεοί. Τὰ γὰρ εἴδωλα οὐ μόνον οὐδὲν εἶχον ὅμοιον τῷ παραδοξοποιοῦντι Θεῷ, ἀλλ' οὐδὲ τοῖς τῶν ἐμψύχων ἐσχάτοις, οἷς αἰσθήσεως μετέχει. Κἀκεῖνα μὲν ἔργα Θεοῦ, ταῦτα δὲ τέχνης ἀνθρώπων. ∆ιδάσκονται δὲ λέ γειν· Ὅμοιοι αὐτοῖς γένοιντο. Οὐκ ἀνθρώποις ἐπ αρώμενοι. Μανθάνομεν δὲ οἷον τὸ τῆς εἰδωλολατρείας τέλος ἀπόκειται. Οἱ γὰρ ἀναισθήτως ἐπανέχοντες οὐ δὲν αὐτῶν κατὰ γνώμην διοίσουσιν. Τοσαύτην βλάβην αὐτοῖς τῆς ἐμφωλευούσης δαιμονικῆς ἐνεργείας ποιού σης. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἔσονται οὕτως ἀπολλύμενοι, ὡς τὰ χρήματα καὶ οἱ θησαυρίζοντες αὐτά. Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον. Ταῦτα τὰ ἔθνη φασὶν, ὅτι, ὥσπερ πάλαι πιστεύσαντα τὸν Ἰσραὴλ ἔσωσεν, οὕτω καὶ νῦν τὰ ἔθνη σώσει. Οἱ γὰρ φοβούμενοι τὸν Κύριον, τὰ ἔθνη εἶεν ἄν. Ὑπεξαι ρουμένου γὰρ τοῦ οἴκου Ἰσραὴλ, τουτέστι παντὸς τοῦ πλήθους, καὶ τοῦ οἴκου Ἀαρὼν καὶ τοῦ οἴκου Λευΐ· τίνας ἑτέρους εἶναι συμβαίνει τοὺς φοβουμένους τὸν Κύριον, ἢ τὸν ἐξ ἐθνῶν λαόν; Προσθείη Κύριος ἐφ' ἡμᾶς, ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν. Αὐτὸς γάρ ἐστιν οὗ τοὺς νόμους φυλάττομεν. Ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς εἶναι τὴν διὰ Μωϋσέως νομοθεσίαν, πρὸ τῆς τούτων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παρέδωκε· δι' ἧς ἕνα Θεὸν εἶναι διδάσκει, τὰ δὲ λοιπὰ γενητά. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε. Νεκροὺς καλεῖ τοὺς τῶν δαιμόνων θεραπευτὰς, τοὺς μὴ ἔχον τας ἐν αὑτοῖς τὴν ζωὴν, τουτέστι τὴν γνῶσιν τοῦ μόνου Θεοῦ. Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙ∆ʹ. Ὑπόθεσις. Ἐν τούτῳ ἀγῶνα τῶν τὴν εὐαγγελικὴν πολιτείαν μετ ερχομένων σημαίνει, καὶ τὴν κατὰ Θεὸν αὐτῶν νί κην, καὶ τὸν ἐσόμενον ὑπὲρ τῶν πόνων στέφανον. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Καὶ τίνα ἠγάπησε; Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης ἰσχύος· καὶ τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπακοήν. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; Περιέσχον με ὠδῖνες θανάτου. Τὴν ὑπερβολὴν κατασημαίνει τῶν θλίψεων, τῶν γενομένων αὐτῷ διὰ 27.472 τὴν εὐσέβειαν, ἢν καὶ ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου, καὶ θλίψιν καὶ ὀδύνην ἀποκαλεῖ. Ἀλλὰ διὰ τοῦ ἐπικαλεῖσθαι τὸν
139