139
παρεμυθήσατο τοὺς ὑπὲρ τούτων ἀλγοῦντας. Εἰ γὰρ καὶ μὴ πάντα δυνατὸν διασωθῆναι τὸν σπόρον, ἀλλ' ὅμως καὶ πάντα ἀμήχανον ἀπολέσθαι. ∆ιὰ τοῦτο εἶπε, Πάντως, ὅτι ἀνάγκη πᾶσα τὸν οὕτω θερμῶς σπουδάζοντα καὶ ἐπι 61.185 τυχεῖν. Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι, τουτέστιν, ἵνα δόξω τι καὶ αὐτὸς συνεισενηνοχέναι οἴκοθεν, καὶ κοινωνήσω τῶν ἀποκειμένων στεφάνων τοῖς πιστοῖς. Ὥσπερ γὰρ ἔλεγεν, Ἐκ τοῦ εὐαγγελίου ζῇν, τουτέστιν, ἐκ τῶν πιστευόντων, οὕτω καὶ ἐνταῦθα, Συγκοινωνὸς γένωμαι τοῦ εὐαγγελίου, ἵνα δυνηθῶ κοινωνῆσαι τοῖς ἐν τῷ εὐαγγελίῳ πεπιστευκόσιν. Εἶδες ταπεινοφροσύνην, πῶς ἐν τῇ τῶν μισθῶν ἀντιδόσει ἕνα τῶν πολλῶν ἑαυτὸν τίθησι, πάντων ἐπλεονεκτήσας τοῖς πόνοις; Ὅθεν δῆλον, ὅτι καὶ τοῖς ἐπάθλοις. Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ' ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στεφάνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν. Εἶδες σύνεσιν; εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν; εἶδες συγκαταβάσεως ὑπερβολὴν, πῶς ὁ ἔννομος Χριστοῦ καὶ τὸν ἀνωτάτω τηρῶν νόμον, τοῖς ἀνόμοις ὡς ἄνομος ἦν, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἐν ἑκατέροις ἄκρος φανεὶς καὶ πάντας νικήσας; Τοῦτο καὶ σὺ ποίει, καὶ μὴ νόμιζε καταπίπτειν ἄκρος ὢν, ἐάν τι διὰ τὸν ἀδελφὸν ὑπομείνῃς τῶν ταπεινῶν· οὐδὲ γὰρ καταπεσεῖν ἐστι τοῦτο, ἀλλὰ καταβῆναι. Ὁ μὲν γὰρ πεσὼν, κεῖται μόλις ἀνιστάμενος· ὁ δὲ καταβὰς, καὶ ἀναβήσεται μετὰ πολλοῦ τοῦ κέρδους· καθάπερ καὶ Παῦλος κατῄει μὲν μόνος, ἀνῄει δὲ μετὰ τῆς οἰκουμένης, οὐχ ὑποκρινόμενος· οὐδὲ γὰρ ἂν τὸ κέρδος ἐζήτησε τῶν σωζομένων, εἴ γε ὑπεκρίνετο. Τὴν γὰρ ἀπώλειαν ὁ ὑποκριτὴς ζητεῖ, καὶ ὥστε λαβεῖν, ὑποκρίνεται, οὐχ ὥστε δοῦναι. Ἀλλ' οὗτος οὐχ οὕτως· ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην· οὕτω καὶ οὗτος. δʹ. Ὅτι γὰρ οὐχ ὑπόκρισις ἦν τὰ εἰρημένα, ὅταν μηδὲν τοιοῦτον ἀναγκάζηται ποιεῖν ἢ λέγειν, ἀλλὰ τὴν διάθεσιν αὐτοῦ καὶ τὴν παῤῥησίαν δεῖξαι βούληται, ἄκουσον αὐτοῦ λέγοντος· Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἶδες ἀγάπην πυρὸς θερμοτέραν; Οὕτω καὶ ἡμεῖς ἀγαπήσωμεν τὸν Χριστόν· καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα. Οὐδὲ γὰρ ἐκεῖνος φύσει τοιοῦτος ἦν. ∆ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα. Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε· καίτοι γε οὐδεὶς οὕτω μετὰ τοσαύτης μανίας ἔχεται κακίας, μεθ' ὅσης ἐκεῖνος τοῦ πολέμου τοῦ κατὰ τῆς Ἐκκλησίας. Καὶ γὰρ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ τότε, καὶ ὅτι μὴ μυρίας εἶχε χεῖρας, ἵνα πάσαις βάλλῃ τὸν Στέφανον, ἤλγει. Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει· καὶ ἡνίκα δὲ εἰς τὰς οἰκίας εἰσῄει, καθάπερ θηρίον οὕτως εἰσεπήδα, σύρων, σπαράττων ἄνδρας, γυναῖκας, θορύβου καὶ ταραχῆς καὶ μυρίων πολέμων πάντα πλη 61.186 ρῶν. Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους 61.186 καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ. Ἀλλ' ὅμως μετὰ πάντα ἐκεῖνα γέγονε τοιοῦτος, οἷος γέγονεν· οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιτειχίζοντες τῇ τῆς προαιρέσεως ἐλευθερίᾳ; Ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέσθωσαν. Τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ