140
εἰρήνην, κατὰ δὲ τὸν Σύμμαχον· γλῶσσα δὲ τραυλῶν ταχυνεῖ λαλεῖν τρανά. Σιὼν τοίνυν ἡ καὶ γῆ διψῶσα ἡ πάλαι ἔρημος εἴη ἂν ἡ ἐκκλησία καὶ καρδία ἀσθενούντων καὶ γλῶσσαι τραυλίζουσαι αἱ τῶν πάλαι τὸν θεὸν μὴ νοούντων μηδὲ ὀρθὰ λαλούντων ἐθνῶν, οἷς ἐπαγγέλλεται τὴν ἐπὶ τὰ κρείττω μεταβολήν. Τούτοις ἐπιλέγει· καὶ οὐκέτι οὐ μὴ εἴπωσι τῷ μωρῷ ἄρχειν· ὥσπερ οὖν πρότερον ἐποίουν, ὅτε τοῖς ὡς ἀληθῶς μωροῖς διδασκάλοις αὐτῶν ἐπέτρεπον τὰς ἑαυτῶν ψυχάς, ἦσαν δὲ οὗτοι «οἱ σοφοὶ τοῦ αἰῶνος τούτου ὧν ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν». ἀλλὰ πάλαι μὲν τούτῳ τῷ διὰ μωρίαν ἀθέῳ καὶ πολυθέῳ διδασκάλῳ ἐπέτρεπον τὴν ἑαυτῶν ἀρχήν, νυνὶ δὲ ὁ λόγος οὐκέτι φησὶν ἐροῦσι τῷ μωρῷ ἄρχειν. ἀντὶ δὲ τοῦ· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ Σύμμαχος· οὐδὲ τῷ δολίῳ ῥηθήσεταί φησι σωτήρ· πάντες γάρ που οἱ πάλαι ἄρχοντες μωροὶ ὄντες οὐκ ἐπέτρεπον τοῖς βουλομένοις τι μανθάνειν καὶ περὶ ἀληθείας ἐρωτᾶν. διὸ κατὰ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα, ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. τοιοῦτος δὲ ἦν ἀληθῶς πᾶς ὁ «τὴν σοφίαν» ἐπαγγελλόμενος «τοῦ αἰῶνος τούτου». καὶ ἡ καρδία δὲ αὐτοῦ μάταια ἐνόει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν, τοῦ διαστρέψαι ψυχὰς πεινώσας, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοῦ κόψαι ἢ ἐκκόψαι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Ταῦτα γὰρ πάντα πάλαι ἔπραττον οἱ πάλαι μωροὶ ἄρχοντες τῶν ἀνθρώπων καὶ τῆς βουλῆς αὐτῶν πονηρᾶς οὔσης ἄνομα ἐβουλεύοντο εἰς τὸ καταφθεῖραι τοῖς αὐτῶν λόγοις τοὺς τὰς ψυχὰς ταπεινούς, ἢ κατὰ τὸν Σύμμαχον· εἰς τὸ καταφθεῖραι πραεῖς ἐν λαλιαῖς ψευδέσιν καὶ ὑπὲρ τοῦ διασκεδάσαι λόγους ταπεινῶν. καὶ γὰρ εἴ πού τις μέτριος καὶ ταπεινὸς ὀρθὸν περὶ ἀληθείας προεφέρετο λόγον, τοῦτον ἠφάνιζον διασκεδαννύντες. ταῦτα μὲν πάλαι πρότερον οὐκέτι δὲ ἔσεσθαι ταῦτά φησιν ἐν τῇ καινῇ Σιών. οὐ γὰρ εἴπωσι τῷ μωρῷ ἄρχειν, οὐδὲ τῷ δολίῳ ῥηθήσεται σωτήρ, ἀλλ' οἱ εὐσεβεῖς συνετά φησιν ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ, κατὰ δὲ τὸν Σύμμαχον μετὰ τὴν κατὰ τῶν μωρῶν ἀρχόντων διήγησιν ἐπιλέγεται· ἄρχων δὲ ἀρχοντικὰ βουλεύσεται καὶ ἡγεμὼν ἀναστήσεται. δι' ὧν σημαίνονται οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, οἷς εἰς τὴν ἀρχὴν τῆς ἐκκλησίας αὐτοῦ καὶ τὸ ἡγεῖσθαι αὐτῆς ὁ δίκαιος δεδώρηται βασιλεύς. διὸ εἴρηται ἐξ αὐτοῦ προσώπου· «σὺ δέ, ἄνθρωπε, ἡγεμών μου καὶ γνωστέ μου». ἐπιτηρῆσαι δὲ ἄξιον ὡς ἐν ταῖς ἐπαγγελίαις ταύταις οὐδαμοῦ Ἰσραὴλ ὠνόμασται οὐδὲ ὁ πολλάκις ὠνομασμένος Ἰούδας οὐδὲ Ἰακὼβ διὰ τὸ τὴν προφητείαν περὶ τοῦ Χριστοῦ εἶναι καὶ περὶ τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἐκ τῆς τῶν ἀρρένων ἐπιστρεφόντων πλάνης. εἰκότως οὖν κατὰ τοὺς Ἑβδομήκοντα ἐν ἀρχῇ τῆς περικοπῆς ὁ λόγος «ἐμακάριζε τοὺς ἔχοντας» «ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ», ταύτῃ δῆλον δ' ὅτι τῇ καινῇ Σιὼν καὶ τῇ νέᾳ Χριστοῦ Ἰερουσαλήμ, ἐν ᾗ τὸ σπέρμα τῶν πάλαι μακαρίων ἀνδρῶν ἐξανθῆσαν, ἐκαρποφόρησεν ὡς τὴν σύμπασαν οἰκουμένην τῆς ἐξ αὐτῶν εὐλογίας πληρωθῆναι. διὸ περὶ αὐτῶν οἱ πάλαι τοῦ θεοῦ μακάριοι προφῆται θεσπίζοντες ἔλεγον· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἀλλ' οὐ γεγόνασιν οἱ ταῦτα λέγοντες ἄσποροι καὶ ἄγονοι καὶ ἄκαρποι «ὡς Σόδομα καὶ ὡς Γόμορρα»· διὸ μακαρίζονται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τοιαῦτα «σπέρματα» τοιούτους «οἰκείους» κτησάμενοι. διὸ εἴρηται· «Μακάριος ὃς ἔχει ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἰερουσαλήμ». πολλαχοῦ δὲ τῆς προκειμένης προφητείας εὑρήσεις προϊὼν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τοῦτον χρηματίζουσαν τὸν τρόπον. 2.3 Θεσπίσας ὁ λόγος τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ τὴν «μετὰ κρίσεως» ὀρθῆς ἐπιστασίαν διὰ τοῦ εἰπεῖν· «ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν», εἶτ' ἐπισυνάψας τῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῷ ἐκ