πεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ' ἐκ τῆς μείζονος ἢ καθ' ἑαυτὸν θεωρίας. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω πος ψεύστης. Γενόμενος, φησὶν, ὑπὲρ ἄνθρωπον, πάντα τὰ ἀνθρώπινα ἐξηυτέλισα. Ἡ γὰρ ἔκστασις τὴν ἀλλοίωσιν σημαίνει. Εἰρηκὼς, φησὶν, ὡς Εὐαρεστή σω Κυρίῳ, εἶτα εἰδὼς, ὡς πᾶς ἄνθρωπος ψεύστης· λογισμοὶ γὰρ ἀνθρώπων δόλιοι· τούτου χάριν ἐτα πείνουν ἑαυτὸν καὶ ἐσκληραγώγουν ταῖς κακοπα θείαις, μήπως τῆς τοιαύτης ἐκπέσω στάσεως. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἄλλη, φησὶν, οὐκ ἔσται ἡμῖν ἀμοιβὴ ὧν εἰ λήφαμεν παρὰ Θεοῦ, ἢ ὑπὲρ αὐτοῦ ὑπομεῖναι θάνα τον, καὶ ταύτῃ μιμεῖσθαι τὸν ἑαυτῶν ∆εσπότην. Οὗ τος δὲ δὴ ὁ θάνατος καὶ τῶν σφόδρα τιμίων ἔσται παρὰ Θεῷ. Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδί σκης σου. Θαῤῥῶν δοῦλον ἑαυτὸν εἶναί φησι κατὰ τὸν ἀπόστολον· παιδίσκης δὲ υἱὸν, τῆς προτέρας εἰσ αγωγῆς τῆς διὰ νόμου φησίν. ∆ιέῤῥηξας τοὺς δεσμούς μου. Καὶ τίνες οἱ δε σμοὶ ἢ οἱ τῆς ἁμαρτίας, κατὰ τὸ εἰρημένον· Σειραῖς γὰρ ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται; Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὡς ἐν προκοπῇ γενόμενος τὰς μὲν δι' αἱμάτων παραιτεῖται, τὰς δὲ αἰνέσεως ἐπιτελεῖν ἐπαγγέλλεται. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Εὐχὰς τὰς ἐπαγγελίας φησί. Τί δὲ ἐπηγγείλατο, ἢ, τὸ ποτήριον τοῦ Κυρίου λαβὼν, ἐπικαλεῖσθαι αὐτοῦ τὸ ὄνομα; Ὃ 27.476 καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γε νοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙSʹ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη ... ὅτι ἐκρα ταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπι κρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγέ νετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφ ωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δέ· Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέ σθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βε βαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πε πλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσελη λυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμ φωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμεί ψασθε. Ἀλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΖʹ. Ὑπόθεσις. ∆ιδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοη θὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζη τεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοή θειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τού τοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομα ζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκο δόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. ∆ύο διδάσκει ὁ παρ ὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχο μένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐ τὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχω ρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων
141