145
τοῦ σώματος διέσχισε τὴν ἀκολουθίαν, καὶ κατ' ἀλλήλων ἱστάμεθα, τοῦ φθόνου καθοπλίζοντος ἡμᾶς. ∆ιὰ τοῦτο πολλὴ ἡ διαστροφή. Εἰ γὰρ πάντων οἰκοδομούντων ἀγαπητὸν στῆναι τοὺς διδασκομένους, ὅταν ἅπαντες καθαιρῶμεν, τί ἔσται τὸ πέρας; δʹ. Τί ποιεῖς, ἄνθρωπε; Συμφέρειν νομίζεις τὰ τοῦ πλησίον καθαιρεῖν· πρὸ δὲ ἐκείνου τὰ σαυτοῦ καθαιρεῖς. Οὐχ ὁρᾷς τοὺς φυτοκόμους, τοὺς γηπόνους, πῶς ἅπαντες εἰς ἓν τρέχουσιν; ὁ μὲν διέσκαψεν, ὁ δὲ ἐφύτευσεν, ὁ δὲ περιέστειλε τὴν ῥίζαν, ἄλλος ἀρδεύει τὸ φυτευθὲν, ἄλλος περιφράττει καὶ τειχίζει, ἄλλος ἀποσοβεῖ τὰ θρέμματα· καὶ πάντες εἰς ἓν βλέπουσι, τοῦ φυτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλὰ φυτεύω μὲν ἐγὼ, σαλεύει δὲ ἄλλος καὶ διασείει. Ἔασον κἂν παγῆναι καλῶς, ἵνα ἰσχυρότερον γένηται τῆς ἐπιβουλῆς. Οὐ τὸ ἐμὸν ἀναιρεῖς ἔργον, ἀλλὰ τὸ σὸν καταλύεις· ἐγὼ ἐφύτευσα, σὲ ἔδει ποτίσαι. Ἂν τοίνυν σαλεύσῃς, τὴν ῥίζαν ἀνέσπασας, καὶ οὐκ ἔχεις οὗ τὴν ἀρδείαν ἐπιδείξῃ. Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντα τὸν φυτεύοντα; Μὴ φοβοῦ· οὔτε ἐγώ τί εἰμι, οὔτε σύ· Οὔτε γὰρ ὁ φυτεύων, οὔτε ὁ ποτίζων ἐστί τι· ἑνός ἐστι τὸ ἔργον τοῦ Θεοῦ. Ὥστε ἐκείνῳ μάχῃ καὶ πολεμεῖς, τὰ φυτευθέντα ἀνασπῶν. Ἀνανήψωμεν τοίνυν ποτὲ, γρηγορήσωμεν. Οὐ δέδοικα τὸν ἔξω πόλεμον, ὡς τὴν ἔνδον μάχην· ἐπεὶ καὶ ῥίζα, ὅταν ᾖ καλῶς ἡρμοσμένη τῇ γῇ, οὐδὲν πείσεται ἀπὸ τῶν ἀνέμων· ἂν δὲ αὐτὴ σαλεύηται, σκώληκος διατρώγοντος αὐτὴν ἔνδοθεν, καὶ μηδενὸς ἐνοχλοῦντος πεσεῖται. Μέχρι τίνος διατρώγομεν τῆς Ἐκκλησίας τὴν ῥίζαν σκωλήκων δίκην; Καὶ γὰρ ἀπὸ γῆς αἱ τοιαῦται τίκτονται διάνοιαι· μᾶλλον δὲ οὐδὲ ἀπὸ γῆς ἀλλ' ἀπὸ κόπρου, τὴν σηπεδόνα μητέρα ἔχουσαι· καὶ οὐκ ἀφίστανται τῆς καταπτύστου θεραπείας τῆς παρὰ τῶν γυναικῶν. Γενώμεθά ποτε ἄνδρες γενναῖοι, γενώμεθα ἀθληταὶ φιλοσοφίας, ἀπελάσωμεν τὴν πολλὴν τῶν κακῶν τούτων φοράν. Καὶ γὰρ ὥσπερ σῶμα νεκρὸν, τῆς Ἐκκλησίας ὁρῶ τὸ πλῆθος ἐῤῥιμμένον νῦν. Καὶ καθάπερ ἐν σώματι νεκρωθέντι προσφάτως, ἔνι μὲν ὀφθαλμοὺς ἰδεῖν, ἔνι δὲ χεῖρας καὶ πόδας καὶ τράχηλον καὶ κεφαλὴν, οὐδὲν δὲ τῶν μελῶν τὰ ἑαυτοῦ ποιοῦν· οὕτω δὴ καὶ ἐνταῦθα πάντες πιστοὶ οἱ παρόντες, ἀλλ' οὐκ ἔστιν ἡ πίστις ἐνεργής· τὴν γὰρ θερμότητα ἐσβέσαμεν, καὶ τοῦ Χριστοῦ τὸ σῶμα νεκρὸν εἰργασάμεθα. Εἰ δὲ φρικτὸν τὸ εἰρημένον, πολλῷ φρικωδέστερον, ὅταν ἐπὶ τῶν ἔργων φαίνηται. Τὰ μὲν γὰρ ὀνόματα ἀδελφῶν ἔχομεν, τὰ δὲ πράγματα πολεμίων· καὶ μέλη καλούμενοι πάντες, καθάπερ θηρία διεστήκαμεν. Ταῦτα, οὐκ ἐκπομπεῦσαι βουλόμενος τὰ ἡμέτερα, εἶπον, ἀλλ' ἐντρέψαι καὶ ἀποστῆσαι. Ὁ δεῖνα εἰσῆλθεν εἰς 61.589 οἰκίαν, ἀπήλαυσε τιμῆς· δέον εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τὸ μέλος τιμᾶται τὸ σὸν, καὶ ὁ Θεὸς δοξάζεται, σὺ δὲ τοὐναντίον ποιεῖς· λέγεις κακῶς πρὸς τὸν τετιμηκότα, ὥστε ἀμφοτέρους ὑποσκελίσαι, καὶ σεαυτὸν προσκαταισχῦναι. Τίνος ἕνεκεν, ἄθλιε καὶ ταλαίπωρε; ἤκουσας ἀδελφοῦ ἐγκωμιαζομένου, ἢ παρὰ ἀνδράσιν, ἢ παρὰ γυναιξὶ, καὶ ἐλυπήθης; Πρόσθες τοῖς ἐπαίνοις· οὕτω καὶ σαυτὸν ἐπαινέσῃ. Ἐὰν δὲ καὶ καθέλῃς τὸν ἔπαινον, πρότερον σαυτὸν κακῶς εἴρηκας, πονηρὰν δόξαν λαβὼν, κἀκεῖνον ἐπῆρας μειζόνως. Ὅταν ἀκούσῃς ἐπαινούμενον, γίνου τῶν λεγομένων κοινωνὸς, εἰ καὶ μὴ τῷ βίῳ καὶ τῇ ἀρετῇ, ἀλλὰ τῷ χαίρειν τοῖς ἐκείνου καλοῖς. Ἐπῄνεσεν ὁ δεῖνα; θαύμασον καὶ σύ· οὕτω καὶ σὲ ἐπαινέσεται ἐκεῖνος, ὡς χρηστὸν καὶ ἐπιεικῆ. Μὴ φοβηθῇς, ὡς τὰ σαυτοῦ καθαιρῶν ἐν τοῖς ἐγκωμίοις τοῖς ἑτέρου· τοῦτο γὰρ ἐν ταῖς κατηγορίαις γίνεται. Φιλόνεικον γὰρ τὸ γένος τῶν ἀνθρώπων· καὶ ὅταν ἴδῃ σε κακῶς λέγοντα, ἐπιτείνει τὰ ἐγκώμια, ταύτῃ δάκνειν βουλόμενος, τοὺς δὲ κατηγόρους μέμφεσθαι καθ' ἑαυτὸν, καὶ πρὸς ἑτέρους 61.590 διαβάλλειν. Εἶδες πόσης ἀσχημοσύνης ἑαυτοῖς γινόμεθα αἴτιοι; πῶς ἀπόλλυμεν τὸ ποίμνιον καὶ διασπῶμεν; Γενώμεθα μέλη ποτὲ, γενώμεθα σῶμα ἕν· καὶ ὁ μὲν ἐγκωμιαζόμενος διακρουέσθω τοὺς ἐπαίνους, καὶ ἐπὶ τὸν ἀδελφὸν μεταγέτω τὰ ἐγκώμια· ὁ δὲ ἑτέρου ἀκούων ἐπαινουμένου, συνηδέσθω. Ἂν οὕτως ἑαυτοὺς συνάγωμεν, καὶ τὴν κεφαλὴν πρὸς ἑαυτοὺς ἐπισπασόμεθα· ἐὰν δὲ διῳκισμένοι πρὸς