σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. ∆ιδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ τί ἂν εἴη ἕτερον τὸ σωτήριον ἢ ἡ παρουσία τοῦ Κυρίου; Εἰς τὸν λόγον σου ἐπήλπισα. Νόει ἀντὶ τοῦ, τὴν ἐπαγγελίαν. Λέγεται δὲ λόγιον καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων, 27.496 καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμε νος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου. Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φησίν. Αὐτὸν γὰρ ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγοντες, πότε παρα καλέσεις με; Ὅταν γὰρ ἐπιδημήσει μοι λόγος, τότε παρακαλοῦμαι. Ὅτι ἐγενήθην ὡσεὶ ἀσκὸς ἐν πάχνῃ. Νεκροὶ μὲν μᾶλλον οἱ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι, ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀπο ψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι. Τοῦ αὐτοῦ. Ἀσκὸς ἐν πάχνῃ γίνεται ὁ τὴν ἑαυτοῦ σάρκα κατατήξας, καὶ μηδὲν ἐν αὐτῷ πυρῶδες καὶ ἐπιθυμητικὸν ἐῶν, ἀλλ' ἀποψύξας ὥσπερ αὐτήν. Πόσαι εἰσιν αἱ ἡμέραι τοῦ δούλου σου; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται εὐθέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν τοῦ θείου Λόγου γεγονότος ἐν αὐτῇ. ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἣ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδα σκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατε δίωξάν με· βοήθησόν μοι. Εἰδὼς, ὡς ἐν τῷ θείῳ δικαστηρίῳ ἀπολήψεται ὑπὲρ ὧν πέπονθεν ἀδικιῶν, ἐπισπεύδει ἰδεῖν καιρὸν ἐκεῖνον. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ. Μικροῦ δεῖν ἐκ τοῦ διωγμοῦ αὐτῶν. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Στόμα Θεοῦ οἱ δια κονήσαντες προφῆται τοῖς μαρτυρίοις, καὶ ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν προκοπῇ γινόμενος, καὶ ὑψηλοτέρων ἅπτεται δογμάτων, τοῦ τε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύων, καὶ μονονουχὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παν τὸς, σαφῶς τε δούλην αὐτοῦ τὴν σύμπασαν κτίσιν ἀποκαλεῖ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. ∆ύο εἰσὶ γενεαὶ, αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς ἔχων τὸν νόμον καὶ τοὺς προ φήτας, καὶ ἡ Ἐκκλησία Οὐκ εἰς γενεὰς οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ, ἀλλ' εἰς γενεὰν τὴν προτέραν καὶ εἰς γενεὰν τὴν δευτέραν. Τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται. Ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ' ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται. 27.497 Ἐπὶ τούτω γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι. Ὅθεν καὶ διαμένει ἡ γῆ, ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρη πίδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ γῆν φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτήν. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμ παντα δοῦλά σοι. Οὐκ ἀλλαττομένη, οὐδὲ τέλος λαμβάνουσα, ὡς ὁ κατὰ τὴν Παλαιὰν Γραφὴν φω τισμός. Ἐπεὶ καὶ μέχρι καιροῦ διορθώσεως τέθειτο. Ταῦτα δὲ πάντα ὑπὸ Θεοῦ ὑπῆρκται. Ἐπείπερ κτίστου καὶ προνοητοῦ ὄντος, δοῦλα τὰ σύμπαντά ἐστιν αὐτοῦ. Εἰ μὴ ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἰσβαλόντων, φησὶ, τῶν πονηρῶν λογισμῶν, καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμούντων ἐμοὶ, εἶχον ἂν ἀπολέσθαι, εἰ μὴ ὁ σὸς νόμος εἰς στήριγμα ἐγένετο. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Τοῖς σοῖς νόμοις ὄψομαι,
148