ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμέ νος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα. Ἡ μὲν γὰρ παρ' ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται χρόνον τῷ κρινομένῳ τὸ δίκαιον, ἡ δὲ τοῦ Θεοῦ τὴν κρίσιν αἰώνιον ἀποδίδωσιν. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦ τὸν σὸν μελετᾷν ἠμέλησαν νόμον. ∆ικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα. Ἃ δέδωκάς μοι, φησὶ, μαρτύρια, οὐ πρὸς ὀλίγον ὄν τα ὠφέλιμα, δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. Συνέτισόν με, καὶ ζῆσόν με. Ἣν γὰρ ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος δικαιοσύνην ἀποδίδοται οὐκ ἐν ὀλίγαις ἡμέραις ἡμῶν, ἀλλ' εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ ζήσο μαι, φησὶν, ἐάν με συνετίσῃς· εἰς ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ εἰσέρχεται. Αἰτητέον οὖν σύνεσιν παρὰ τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτόν. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου. Πρότερον· Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. ∆εύτερον· Ἐκέκρα ξά σοι, σῶσόν με. Ὃ γὰρ ἐλάλουν κατὰ τὸ ἡγεμο νικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Μεγάλως οὖν σε κα λέσας, μεγάλως ἐπαγγέλλομαι τὰ σὰ φυλάξαι μαρ τύρια. Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα. Ἀωρία τὸν σκότον, ἤτοι τὴν σύγχυσιν τῶν πραγμάτων φη σί. Ταῦτα δὲ λέγει· Καίτοι τῶν παρανόμων ἐν συγχύσει πάντα ποιούντων, πολλὰ ἐν τῷ σῷ νόμῳ ἐστοί χουν. 27.505 Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. Συνῆψαν οἱ πολεμοῦντές με τῇ ἀνομίᾳ, φησίν. Οὐδὲ γάρ τις διώκει τὸν δίκαιον μὴ ἀνομίᾳ συνεῖναι βου λόμενος. Ἐγγὺς εἶ σὺ, Κύριε. Ὁ Θεὸς ἀλλαχοῦ φησι· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχοῦ ἐστι, κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. Λόγον τὴν ἐπαγγελίαν φησίν· ἐπηγγείλατο γὰρ ἥξειν, καὶ σώσειν ἡμᾶς. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Ἣν ἐπλεο νέκτησαν οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. Ὅτι δικαιώ ματά σου οὐκ ἐξεζήτησαν. Αὕτη ἡ αἰτία τοῦ κατα διώκειν τὸν δίκαιον, τὸ μακρὰν ἑαυτοὺς ἀποστῆσαι τοῦ θείου νόμου. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε. Ἔγνων, φησὶν, ὡς διεμαρτύρω τὰς ἐντολὰς ἡμῖν, ὅτι βέβαιοί εἰσι καὶ ἀμετακίνητοι. Τοῦτο γὰρ δηλοῖ καὶ ἐν τῷ ἄνω στίχῳ, τὸ, Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην. Εἴ τινα ἑώρακα μὴ συνιέντα ἐγὼ, ἐπὶ τὸν τοιοῦτον ἐξετηκό μην ἀπὸ τοῦ ζήλου κατὰ τὴν θεοσέβειαν. Ἰδὲ, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε. Ὄψει γὰρ ἐν ἐμοὶ τῶν ἀγαθῶν ἔργων τοὺς τύπους· οὐ γὰρ ἀπλῶς ἐτήρησα, ἀλλ' ἠγάπησα, μηδὲν ἔχων πρὸς ταύτας ἠναγκασμένον. Ἀλλ' οὐδὲν ἧττον ἐλεοῦν τός σου δέομαι πρὸς τὸ ζῆσαί με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Αὕτη πρώτη τῶν σῶν δέδοται ἐντολῶν, τὸ ἀληθεύειν ἐν πᾶσι, καὶ πρά ξει, καὶ λόγῳ, καὶ διανοίᾳ. Ἄρχοντες κατεδίωξάν με δωρεάν. Ἔθλιβόν με, φησὶν, οἱ κατὰ καιροὺς ἄρχοντες, ἐχθροὶ ὄντες τῆς ἀληθείας. Ἀλλ' οὐ δέδοικα τὰς ἐκείνων θλίψεις, τὸν σὸν λόγον δεδοικώς. Καὶ ποῖος οὗτος, ἢ τό· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι εἰς γεέννην; Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Οὐ φόβῳ δὲ μόνον τὴν ὑπακοὴν τὴν πρὸς τοὺς θείους λόγους πεποιῆσθαί φησιν, ἀλλὰ καὶ χαρᾷ, ἥτις ἐπὶ πλούτῳ χαίρει πολ λά. Βεβαιωτέρα δὲ τήρησις ἡ ἐν χαρᾷ γινομένη. Πολεμίων δὲ διωκόντων μνησθεὶς, καὶ σκύλων εἰκότως ἐμνήσθη. Οὐκ ἂν γὰρ, φησὶ, πάντας ἀνελὼν καὶ σκυλεύσας, τοσοῦτον ᾠήθην, ὡς ἐπὶ τοῖς λόγοις τοῖς σοῖς. (Cord.) Ποίοις λόγοις, ἢ περὶ ὧν λέγει ὁ Παῦλος· Πρῶτοι γὰρ ἐπιστεύσαμεν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων. Ἀδικίαν ἐμίσησα, κ.τ.λ. Οὐ γὰρ κατ' ἐκείνους νε κρὸν ἤμυνα καὶ σκῦλα λαβὼν βδελύττομαι· μόνον γὰρ ὠφέλιμον ἀδικίαν βδελύττεσθαι· διό σου καὶ δεόντως τὸν νόμον νοήσας ἠγάπησα,
151