ἀναβαθμῶν. ΡΚΘʹ. Ὑπόθεσις. Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδα σκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστι Χριστός. Πε ρὶ αὐτοῦ γὰρ εἴρηται· Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἐκ βαθέων ἐξέκραξά σοι, Κύριε ... 27.520 Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φω νὴν τῆς δεήσεώς μου. Ὦτα ἐπὶ Θεοῦ, καὶ τὰς ἀγ γελικὰς δυνάμεις νοοῦμεν, δι' ὧν αἱ δεήσεις ἡμῶν πρὸς Θεὸν εἰσέρχονται. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὁ δὲ τοῦ, Κύριε, Κύριε, διπλασιασμὸς θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ' ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ' οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ταῦτα τῶν μὴ διὰ χρείαν πνευματικὴν, δι' αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπο μονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδ' ἕνα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόντων αὐτῷ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. ∆εῖ γὰρ καὶ ἐν τοῖς σκυθρωποῖς προσδοκᾷν ἐπὶ Κύριον. Οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωῒ μὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ μέχρι τῶν ζοφερῶν περιστάσεων. Ἀλλὰ καὶ ἀνα τέλλοντος τοῦ ἀληθινοῦ φωτὸς ὁ διορατικὸς νοῦς προσθήκην λαμβάνει ἐκ Θεοῦ τῶν φαιδρῶν, καὶ τῶν σκυθρωπῶν ἀπαλλαγήν· ἐλπισάτω παρ' αὐτῷ γὰρ ὡς ἐν πηγῇ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος, τῷ αὐτῷ ὄντι λυτρώσει, καὶ τῷ ἱλασμῷ, τῷ ἱκανώσει πολλῇ τὰς ἁμαρτίας περικαθαίροντι. Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛʹ. Ὑπόθεσις. Ἡ δωδεκάτη ᾠδὴ τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ δι δάσκει μὴ ἐπαίρεσθαι, τῇ ἑαυτοῦ βελτιώσει θαῤῥοῦντα, ἀλλὰ ταπεινοφρονεῖν. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου ... οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, κ.τ.λ. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναί φησι τὴν ἐναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπιτήδειον, ἣν καὶ ὁ Σωτὴρ ἐδίδαξε λέγων· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλίψιν δηλῶν. Οὐ γὰρ ἀφίσταται τῆς μητρὸς, ὀδυνώμενον ἐπὶ τοῦ στερηθῆναι τοῦ γάλακτος. Οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως εἴην, δίκην δοίην ἐσχάτην. Ὠδὴ τῶν ἀναβαθμῶν. ΡΛΑʹ. Ὑπόθεσις. Ἡ τρισκαιδεκάτη ᾠδὴ εὐχὴν περιέχει ὑπὲρ τοῦ ∆αυΐδ. Τοῦ γὰρ ἱλασμοῦ πᾶσι προξενοῦντος ἁμαρτιῶν ἄφεσιν, ἀναγκαίως τὸ Πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σωζομένων, καὶ τοῦ ∆αυΐδ φησι· «Κύριε, μνήσθητι, κατὰ τὴν πραότητα αὐτοῦ ἀποδιδοὺς αὐτῷ.» Ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρη σον τὰς πλημμελείας. Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Μαθὼν γὰρ ἐξ ἁγίου Πνεύματος, ὡς ἐπιδημήσει τοῖς ἀνθρώποις ὁ Κύριος, 27.521 ἄφεσιν διδοὺς τῶν πολλῶν ἁμαρτημάτων, καὶ αὐτὸς σωθήσεσθαι διὰ ταύτης ἐλπίσας, σπεύδει μαθεῖν πότε ἔσται, καὶ ποῦ γενήσεται, τίνα δὲ τρόπον ἐπι δημήσει. Ταῦτα γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτεῖσθαι στρω μνὴν, ἀποτάξασθαι δὲ τῷ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ κατὰ πρόσωπον τοῦ ἁγιάσματος ἐπ' ἐδάφους, ὅρκῳ βεβαιώσας μὴ ἀναστῆναι πρὶν ταῦτα μαθεῖν. Ἐπὶ δὲ τῇ τούτου εὐτονίᾳ λαβὼν οἶκτον ὁ Θεὸς ἐπι νεύει· ὡς ἓν ἅπαξ ὠμόσας μὴ ψεύσατο· ὅθεν ἐπ ήνεγκεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφρανθά· αὕτη ἐστὶν ἡ Βηθλεέμ. Τίνα δὲ αὐτὴν ἢ τὴν μέλλουσαν ἔσεσθαι Κυρίου ἔλευσιν; Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Τὸ γὰρ σπήλαιον ἐν ᾧ γεγένηται ὁ Χριστὸς ἐν πε δίοις ἐστὶν, ἤτοι τοῖς ἀγροῖς. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ. Τὰς κατὰ καιρὸν ἐσομένας Ἐκκλησίας σημαίνει. Προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς παρ
156