157
μετέχεις, ἀλλ' ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα. ∆ιὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ πράγματα παρέχῃς. Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡμεῖς, καὶ πολλῷ πλέον, ἐν μέσῳ τῷ κόσμῳ στρεφόμενοι, καθαροὶ διαμένομεν, ἂν ἐθέλωμεν, ὅσῳ καὶ μείζονα δύναμιν ἔχομεν. βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς μέλλων ἀκάθαρτος γίνεσθαι, μὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς γένωμαι δαιμονίων, καὶ ἵνα μὴ κρίνωμαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω με ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι· οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες μου τὴν φιλοσοφίαν, τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ' ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν περιεργάζου περιττὰ, μηδ' αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει. Καὶ γὰρ ὁ Χριστὸς χάριν σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ μείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ' ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡς καὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφημεῖν. ∆ιὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐδὲν βλάπτομαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίμονας 61.208 τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέμιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω ἔπεισας, πολλῷ μᾶλλον τὸν ἐχθρὸν καὶ Ἕλληνα. Εἰ ἐκεῖνος ἐπὶ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου κατέχεται, πολλῷ μᾶλλον ὁ ἄπιστος. Τί δὲ ἡμῖν καὶ πραγμάτων δεῖ τοσούτων; Τί οὖν, ἐπειδὴ Χριστὸν ἔγνωμεν καὶ εὐχαριστοῦμεν, βλασφημοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόμεθα καὶ τούτου; Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ μὲν γὰρ πολὺ τὸ κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφημίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον. ∆ιὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι; Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησικαὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδαλίζεται, καὶ ὁ Ἰουδαῖος μᾶλλόν σε μισήσει καὶ καταγνώσεταί σου, καὶ ὁ Ἕλλην ὁμοίως ὡς λαίμαργον οὕτω γελάσεται καὶ ὑποκριτήν. Οὐ μόνον δὲ ἀδελφοὺς οὐ χρὴ πλήττειν, ἀλλ' ἐν τοῖς δυνατοῖς οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς ἐσμεν καὶ ζύμη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν, οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν. Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλινδρομοῦντας ἡμᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ