159
πολλῶν συμφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰακὼβ ἐπὶ τῶν ποιμνίων μὴ ζητήσας τὸ οἰκεῖον κέρδος, τῆς πολλῆς εὐπορίας ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν συμφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ. Πεμπόμενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦτο; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων καὶ διασπᾶσαι με ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπεῖχον, καὶ τοῦ φιλεῖσθαί με παρὰ σοῦ δίδωμι δίκην; τί οὖν οὐκ ἐργάσονταί με λαβόντες εἰς μέσον; Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιμᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν. ∆ιὰ τοῦτο καὶ πάντων τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν. 61.210 Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ μνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ' ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζήτει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόμενος, ἐπειδὴ μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψας. ἐκοινώνει τῶν κακῶν τοῖς Ἑβραίοις, οὐ μόνον αὐτὸς οὐκ ἐδουλώθη, ἀλλὰ καὶ ἐκείνους δουλείας ἀπήλλαξε. Μεγάλα μὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας. δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι συμφοραῖς, ἀλλ' εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖσθαι, αὐτὸν μόνον κακουχούμενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου φρονήματος. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ μείζονι νικᾷ τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ' ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήματος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Οὕτω γὰρ εὑρήσεις τό σοι συμφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιμελεῖσθαι τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκείνου πραγμάτων. Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν. Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι. Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε. ∆ιὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ 61.211 ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει ταχέως. Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ