167
ὀνομάζομεν, νυνὶ δὲ ὁ λόγος αὐτὸς τοῦ λαοῦ μέμνηται λέγων· παρακαλεῖτε τὸν λαόν μου, καὶ πάλιν ἰδίως ἐπιφέρει τό· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ· τίνες οὖν εἰσιν οἱ παρακαλεῖν προσταττόμενοι καὶ τίς ὁ παρακαλούμενος λαός, τίς τε ἡ καρδία Ἰερουσαλήμ, ὥρα διευκρινῆσαι. οἱ μὲν οὖν παρακαλοῦντες εἶεν ἂν οἱ τὸ πνεῦμα τὸ παράκλητον ὑποδεδεγμένοι, ἀπόστολοι δηλαδὴ καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ εὐαγγελισταὶ καὶ οἱ τούτοις ὅμοιοι, πρὸς οὓς ἔλεγεν ὁ σωτήρ· «Κἀγὼ ἐρωτήσω τὸν πατέρα μου καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας», καὶ αὖθις· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα», καὶ πάλιν· «ὅταν ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ», καὶ πάλιν· «καὶ συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς». πάντες τοιγαροῦν οἱ τὸ παράκλητον πνεῦμα ὑποδεξάμενοι προστάττονται παρακαλεῖν τὸν λαὸν τοῦ θεοῦ, ἀλλ' οὐ τὸν Ἰσραὴλ οὐδὲ τὸν Ἰακὼβ οὐδὲ τὸν Ἰούδαν.τίς δὲ ἦν ὁ λαὸς τοῦ θεοῦ ἕτερος παρὰ τὸ Ἰουδαίων ἔθνος, Ζαχαρίας ὁ προφήτης διδάξει λέγων· «τέρπου καὶ εὐφραίνου, θυγάτηρ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ», δι' ὧν σαφῶς «ἔθνη πολλὰ» λαὸς τοῦ θεοῦ γενήσεσθαι προσαγορεύεται. καὶ ταῦτα λέγει κύριος ἀπεσταλμένος ὑπὸ ἑτέρου κυρίου καὶ τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν θεσπίζων. ὥσπερ δὲ ἀποδέδεικται ὁ λαὸς τοῦ θεοῦ, οὕτως ἡ καρδία Ἰερουσαλὴμ νοηθήσεται τὸ κρεῖττον τάγμα τοῦ λαοῦ· ὡς γὰρ ἐν σώματι ἡ καρδία τὸ κυριώτατόν ἐστι τοῦ παντός, οὕτω καὶ ἐν τῷ τῆς ἐκκλησίας σώματι τὸ κυριώτατον τάγμα καρδία τοῦ παντὸς εἰκότως ἂν λεχθείη, ὅπερ ἐστὶ τὸ τῶν λογικωτέρων φρονήσει τε καὶ διανοίᾳ καὶ λογισμῷ διαφερόντων. ἐὰν τοίνυν λέγηται· λαλήσατε εἰς τὴν καρδίαν Ἰερουσαλήμ, οὕτως δεκτέον τὸν λόγον ὡσεὶ σαφέστερον ἔλεγε· λαλήσατε τοῖς ἐν τῷ λαῷ τοῦ θεοῦ νοήμοσι καὶ λογικωτέροις. τούτοις μὲν οὖν λαλεῖν προστάττονται οἱ ἱερεῖς, τὸν δὲ λοιπὸν λαὸν παρακαλεῖν ὡς δεόμενον παρακλήσεως καὶ παραμυθίας. περιγράψασα τοίνυν ἡ προφητεία τὴν ὑπόθεσιν τῆς κατὰ τὸν Ἑζεκίαν ἱστορίας ἐξ ἑτέρας ἀρχῆς τοῦ εὐαγγελικοῦ λόγου κατάρχεται τοῖς τὸ τοῦ Χριστοῦ πνεῦμα τὸν παράκλητον ὑποδεξαμένοις ἐπιβοῶσα· Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ θεός· πάντα γὰρ τὸν ἄξιον αὐτοῦ χρηματίζειν λαὸν «τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐξειλεγμένον» παρακαλεῖν προστάττει, ὃ δὴ καὶ ἔπραττον οἱ ἀπόστολοι, ὡς διδάσκει λέγων ὁ Παῦλος· «Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς αὐτοὶ παρακαλούμεθα ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως». ὁρᾷς δι' ὅσων τὸν περὶ τῆς παρακλήσεως ἀπεδίδου λόγον καὶ ἐν ἑτέροις ὡσπερεὶ πειθαρχῶν προφητικῇ παρακελεύσει ἐβόα· «δεόμεθα», λέγων, «ὑπὲρ Χριστοῦ, καταλλαγῆναι τῷ θεῷ», καὶ πάλιν· «παρακαλῶ δὲ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Χριστῷ Ἰησοῦ». κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ οἱ λοιποὶ τοῦ Χριστοῦ μαθηταὶ