διηρπάσαμεν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς κατὰ τὸν μέγαν Ἀθανάσιον, οἰκοιούμενος τοῦ λαοῦ τὰς συμφοράς· κατὰ δὲ τοὺς ἄλλους, ὁ τῶν Μακκαβαίων στρατός. Ἀθανάσιος. Ὕπνῳ μὲν οὖν παραβάλλουσι 27.564 τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν. Εὔχονται δὲ δοθῆναι αὐτοῖς τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ τὴν ἐπ' ἐσχάτων τῶν και ρῶν, ἵνα μὴ τῆς παρ' αὐτοῦ ἀμοιρήσωσι ζωῆς· καί φασιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποκρύπτεις, καὶ ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλί ψεως; Κρύπτεις μὲν τὸ σεαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις, πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια· ἀλλ' ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσε βείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν, ἤτοι τῆς πτωχείας; Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς τὰ κατορθώματα, ἀλλ' ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ καὶ ὀλίγιστα· πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. ∆ιὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμεν χάριν σοῦ, ὦ ∆έσποτα. Ἀθανάσιος. Τεταπεινῶσθαι δὲ αὐτῶν τὴν ψυχήν φασι καὶ Ἰουδαῖοι· ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρ κικόν. Ἀθανάσιος. Καὶ τὴν ἐν ὑστέροις δὲ καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν οἱ στί χοι σημαίνουσιν. Οἳ καί φασιν· Ἀντιλάβου δὴ ἡμῶν, καὶ δίδου τὸ εὐμενές. Καὶ καιρὸν ἐπιστροφῆς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν· ἐπάγοντες τό· Ἕνεκεν τοῦ ὀνόματός σου, διαῤῥήδην ὁμολογοῦ σιν, ὡς οὐκ ἄξιοι τοῦ ἐλεεῖσθαί εἰσιν οἱ κατὰ Χρι στοῦ γενόμενοι. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτῷ, καὶ κατοικτείρειν τοῖς ἀνθρωπίνοις πταίσμασι δι' ἑαυ τόν. Φησὶ γάρ· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύ ριος, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ἀθανάσιος δὲ ὁ πάνυ καὶ ὁ θεῖος Κύριλλος ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς λέγεσθαι ταῦτα νοοῦσι περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας ἢ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε. Περὶ οὗ καὶ λέγει διὰ ∆αυΐδ· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Γεγέννηται γὰρ, ὡς λόγος ἐκ νοῦ, ἀγαθὸς ἐξ ἀγαθοῦ, Θεὸς ἐκ Θεοῦ. Ἄθρει δὲ ὡς περὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ λέγοντα τὸν Πατέρα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βα σιλεῖ. Μονονουχὶ γὰρ καθυπισχνεῖται διδάσκειν αὐτὸν, 27.565 ὁποίοις τισὶ λόγοις χρήσεται, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ φαμεν τὴν εὐσεβῆ πολιτείαν, ἥτις διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγο νεν ἡμῖν ἐμφανής. Προσλαλῶν δὲ Χριστὸς Ἰουδαίοις τὰ χρήσιμα πρὸς σωτηρίαν, τῷ Πατρὶ τοὺς ἑαυτοῦ λόγους ἀνετίθει λέγων· Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ πάλιν· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Καλεῖ δὲ αὐτὸν βασιλέα κατὰ καιρὸν ὁ Πατὴρ, ὡς ἂν μὴ τῷ τῆς ἐνανθρωπήσεως μέτρῳ δόξῃ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας ἀποφέρεσθαι. Ἔμεινε γὰρ καὶ μετὰ τὴν οἰκονομίαν οὐδὲν ἧττον, ἐκ βασιλέως ὢν τοῦ Πατρὸς, βασιλεὺς, καὶ ὥσπερ βασιλεὺς ὑπάρχων καὶ Θεὸς, εἰς βασιλέως ἀρχὴν λέγεται ἔρχεσθαι, διὰ τὸ σεσαρ κῶσθαι. Οὕτω καὶ ἅπερ οἶδε φυσικῶς, ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰ κονομικῶς. Χριστὸς γάρ ἐστιν ὁ βασιλεὺς, ᾧ τὰ ἔργα λέγει ὁ Πατήρ. Ὃν δὲ εἴρηκε Λόγον, τοῦτον καὶ γλῶσσαν αὑτοῦ ἀποκαλεῖ· ὡς οὐχ ἕτερόν τι λαλοῦντα πλὴν ὅ τι ἐν αὐτῷ πατρικόν ἐστι βούλημα. Καὶ παρ' ἡμῖν γὰρ γλῶττα διαπορθμεύει τοῖς ἔξω τὸν νοῦν. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γενέσθαι, ὡς τό· Λέγω· Καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι, καὶ εὐθέως ἠγέρθη. Ἀλλὰ καὶ ὡς κάλαμος ὀξέως ἐγγράφει ταῖς καρδίαις ἡμῶν τὸ βούλημα τοῦ Πατρός. Βούλημα δὲ, φησὶν αὐτὸς, τοῦ Πατρὸς, Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Ὀξὺς δὲ ὁ κάλαμος τοῦ Πατρός. Ὁ μὲν γὰρ Μωσέως νόμος διὰ τῶν κατὰ τὸ γράμμα κύκλων ἀμυδρῶς ἐδήλου τὰ χρήσιμα· ὁ δὲ
170