1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

174

περιεπεπτώκει δεινῇ, ἣ τοῖς Ἀσκληπιάδαις ὠνόμασται εἰλεός, καὶ τοῖς περὶ αὐτὴν αἱ ἐλπίδες αἱ περὶ αὐτῆς ἀπεγνώσθησαν, συλλεγέντες βουλεύονται τίνα ἂν εἰς τὴν ἀρχὴν ἀντεισάξωσιν, ὃς αὐτοῖς τὴν εὐετηρίαν τηρήσει καὶ τὸ εὐτύχημα. ἔδοξεν οὖν 653 πρὸς τοῦτο σφίσι κατάλληλος ὁ Στρατιωτικὸς Μιχαήλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονώς, πρὸς πραγμάτων δὲ καὶ τοσαύτης ἡγεμονίας μεταχείρισιν ἀποπεφυκὼς ἔκ τε φυσικῆς νωθείας καὶ ἀφελείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου παρεξετάθη ζωῇ. ἤδη γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνόμαστο, ἀλλὰ πρεσβύτης. τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆσαι τῇ βασιλείᾳ. ἡ δὲ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὁρκίοις προκαταληφθέντα φρικώδεσι μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας οἰκονομήσασθαι διοικήσεσιν. ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐπέλιπε, μοναρχήσασαν ἔτος ἓν ἐπὶ ἐννέα μησίν. λιβερ δῃοδεῃιξεσιμῃς. Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων 654 εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις καὶ μάλιστα τοῖς τούτων ἐξόχοις, οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέχρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὄντε καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἵνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ καλῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον, καὶ ἐπέπληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ' ἐφείσατο ὕβρεων, ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων 655 ἐκείνῳ ὑπεραπολογήσασθαι τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ' ἐπ' ἐκείνους τῆς γλώττης ἐφείσατο οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαήλ, αὐτοῖς δὲ μηδ' ἐν λόγοις τὸ εὐμενὲς ἐνδεικνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο. Ἀλλ' ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ' ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγγένειαν καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον. 656 τὸ δ' αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ, ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ' ἔμαθε στρατιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλλεσθαι κατ' αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν καὶ μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκεδασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά