Ἡτοιμάσθαι δέ φησι τὴν πνευματικὴν τροφὴν, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ Χριστοῦ μυστή ριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὅτι οὕτως, φησὶν, ἡ ἑτοι μασία τῆς ἀληθινῆς τροφῆς, ὡς αὐτὸς ἡτοίμασας, καὶ οὐκ ἄλλως (φ. ἄλλος)· ἀντὶ τοῦ, προνοητικώτατα καὶ θεοπρεπῶς. Θεῷ γὰρ πρέπει τοιαῦτα ἑτοιμάζειν, ὧν οἳ μεταλαμβάνονται εἰς ἀξίαν Θεοῦ διὰ τῆς μετανοίας ἀναβαίνουσιν. Ἀθανασίου καὶ Εὐσεβίου. Θεωρητικῶς δέ· Ἐπίμεινον, φησὶ, ∆έσποτα, τὰ βάθη τῆς καρδίας τῶν ἀν θρώπων καθάπερ τινὰς αὔλακας ἄρδων, καὶ μεθύ σκων, καὶ εἰς καρπογονίαν διεγείρων· ὥστε πληθυν θῆναι τὰ γεννήματα τῆς δικαιοσύνης αὐτῶν, οὐ μό νον διὰ τοῦ ποταμοῦ (τουτέστι τῆς τοῦ Πνεύματος χάριτος), ἀλλὰ καὶ διὰ τῶν φερομένων ψεκάδων, ὡς παρά τινων νεφελῶν τῶν διδασκάλων, τουτέστι διὰ τῶν νοημάτων τῶν θείων Γραφῶν. Ἀθανάσιος. Κατὰ μὲν οὖν τὸ ῥητὸν, ἐνιαυτὸν χρηστότητος εὐλογούμενον τὸν τῆς εὐθηνίας ὠνόμα 27.581 σεν, ὡς τῇ τοῦ Θεοῦ χρηστότητι τὴν εὐετηρίαν δε χόμενον, καὶ εὐλογίας διὰ τῆς εὐθηνίας πληρούμενον· πρὸς δὲ νοῦν.
Sequentia Cyrilli sunt. Et paulo post, Θεοδωρήτου καὶ Ἀθανασίου.
Εἴη δ' ἂν καὶ ὁ μέλλων αἰὼν στέφανος χρηστότητος, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι. Ἀθανασίου. Πρὸς δὲ νοῦν πεδίοις καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχάς. Ἃς τοῖς θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς. Ἀθανασίου. Πρὸς δὲ νοῦν ὡραῖα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν. Ἔρημον δὲ τὴν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως. Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν· Τῆς τοῦ Θεοῦ φανείσης χρηστότητος, ἡ πάλαι ἔρημος καρποφορή σει, καὶ οἱ βουνοὶ, οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινόμενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμε νοι, εὐφρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοί· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυστα γωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστι τὴν τοῦ πνεύμα τος παράκλησιν. Γρηγορίου Θεολόγου καὶ Ἀθανασίου. Αἱ μὲν τῆς γῆς τὸν αἰσθητὸν καὶ ἐφήμερον· αἱ δὲ τῶν ψυ χῶν τῶν καλῶς τῷ λόγῳ γεωργουμένων τὸν πνευματικὸν καὶ αἰώνιον. Αἱ γὰρ πάλαι, φησὶν, ἀπορώ ταται καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευματικῷ καρ πῷ ἔσονται πλήρεις. Ἀθανάσιος. Ἁπλῶς δέ· Ἅπαντες, φησὶν, οἱπρολεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμ νήσουσι, τὴν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει. Ἀθανασίου. Κατὰ δὲ θεωρίαν, ἀλαλα γμός ἐστιν ἐπινίκιος ὕμνος ἐπὶ ἐχθροῖς πεπτω κόσιν ᾀδόμενος. Ὡς οὖν ἀνῃρημένων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου διὰ τῆς Χριστοῦ παρουσίας, πάντα τὰ ἔθνη τοὺς ἐπινικίους ὕμνους ἀναπέμπειν παρακελεύεται τῷ τῆς νίκης αἰτίῳ Θεῷ καὶ τῷ ὀνόματι αὐτοῦ, τουτέστι τῷ Υἱῷ. 27.584 Ὡς γὰρ ἡμεῖς διὰ τοῦ ὀνόματος αὐτοῦ γνωριζόμεθα, οὕτω καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ. Κύριλλος, Ἀθανάσιος. Καὶ οὕτω μὲν πρὸς ἱστορίαν πρὸς δὲ πνευματικὴν ἔκληψιν λίαν φοβερὰ τὰ ἔργα Χρι στοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ, ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη. Πλῆθος δὲ καὶ πε ριουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώ που φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἐπεὶ δὲ Ἰουδαῖοι, τῶν Χριστοῦ θαυμάτων γενόμενοι θεωροὶ, δέον ἐκπλήττεσθαι, τὸν τερατουργὸν
175