177
καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ» καὶ τό «οἱ ἔσχατοι ἔσονται πρῶτοι» καὶ τό «προσῆλθον οἱ Φαρισαῖοι λέγοντες, ἔξελθε καὶ πορεύου, ὅτι Ἡρῴδης σε θέλει ἀποκτεῖναι» καὶ τό «εἶπεν· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ» ἕως ὅπου εἶπεν «οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ» καὶ τό «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτέ2.113 νουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους» καὶ τό «πολλάκις ἠθέλησα ἐπισυνάξαι ὡς ὄρνις τὰ τέκνα σου» καὶ τό «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν» καὶ τό «οὐ μὴ ἴδητέ με, ἕως οὗ εἴπητε· εὐλογημένος». ˉμˉβ. Πάλιν παρέκοψε πᾶσαν τὴν παραβολὴν τῶν δύο υἱῶν, τοῦ εἰληφότος τὸ μέρος τῶν ὑπαρχόντων καὶ ἀσώτως δαπανήσαντος καὶ τοῦ ἄλλου. ˉμˉγ. «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου καὶ πᾶς εἰς αὐτὴν βιάζεται». ˉμˉδ. Περὶ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πτωχοῦ, ὅτι ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. ˉμˉε. «Νῦν δὲ ὅδε παρακαλεῖται» ὁ αὐτὸς Λάζαρος. ˉμˉ. Εἶπεν Ἀβραάμ «ἔχουσι Μωυσέα καὶ τοὺς προφήτας, ἀκουσάτωσαν αὐτῶν, ἐπεὶ οὐδὲ τοῦ ἐγειρομένου ἐκ νεκρῶν ἀκούσουσιν». ˉμˉζ. Παρέκοψε τό «λέγετε ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν». ˉμˉη. Ὅτε συνήντησαν οἱ δέκα λεπροί. ἀπέκοψε δὲ πολλὰ καὶ ἐποίησεν «ἀπέστειλεν αὐτοὺς λέγων, δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι» καὶ ἄλλα ἀντὶ ἄλλων ἐποίησε, λέγων ὅτι «πολλοὶ λεπροὶ ἦσαν ἐν 2.114 ἡμέραις Ἐλισσαίου τοῦ προφήτου καὶ οὐκ ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος». ˉμˉθ. «Ἐλεύσονται ἡμέραι, ὅταν ἐπιθυμήσητε ἰδεῖν μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου». ˉν. «Εἶπέ τις πρὸς αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δέ· μή με λέγε ἀγαθόν. εἷς ἐστιν ἀγαθὸς ὁ θεός»· προσέθετο ἐκεῖνος «ὁ πατήρ» καὶ ἀντὶ τοῦ «τὰς ἐντολὰς οἶδας» λέγει «τὰς ἐντολὰς οἶδα». ˉνˉα. «Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Ἱεριχὼ τυφλὸς ἐβόα· Ἰησοῦ υἱὲ ∆αυίδ, ἐλέησόν με. καὶ ὅτε ἰάθη, φησίν· ἡ πίστις σου σέσωκέν σε». ˉνˉβ. Παρέκοψε τό «παραλαβὼν τοὺς δώδεκα ἔλεγεν· ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα ἐν τοῖς προφήταις περὶ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται»· ὅλα ταῦτα παρέκοψε. ˉνˉγ. Παρέκοψεν τὸ κεφάλαιον τὸ περὶ τῆς ὄνου καὶ Βηθφαγὴ καὶ τὸ περὶ τῆς πόλεως καὶ τοῦ ἱεροῦ, ὅτι γεγραμμένον ἦν «ὁ 2.115 οἶκός μου οἶκος προσευχῆς κληθήσεται, καὶ ποιεῖτε αὐτὸν σπήλαιον λῃστῶν». ˉνˉδ. «Καὶ ἐζήτησαν ἐπιβαλεῖν ἐπ' αὐτὸν τὰς χεῖρας καὶ ἐφοβήθησαν». ˉνˉε. Πάλιν ἀπέκοψε τὰ περὶ τοῦ ἀμπελῶνος τοῦ ἐκδεδομένου γεωργοῖς καὶ τό «τί οὖν ἐστι τό· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» ˉνˉ. Ἀπέκοψε τό «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ Μωυσῆς ἐμήνυσε ἐπὶ τῆς βάτου, καθὼς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». ˉνˉζ. Οὐκ εἶχε ταῦτα «ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωυσῆς ἐμήνυσε λέγων θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ θεὸνζώντων». ˉνˉη. Πάλιν παρέκοψε τό «θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται». ˉνˉθ. Πάλιν παρέκοψε ταῦτα «τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη» καὶ τὰ ἑξῆς, διὰ τὰ ἐπιφερόμενα ἐν τῷ ῥητῷ «ἕως πληρωθῇ πάντα τὰ γεγραμμένα». ˉξ. «Συνελάλησε τοῖς στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς». ˉξˉα. «Καὶ εἶπεν τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς· ἀπελθόντες ἑτοιμάσατε ἵνα φάγωμεν τὸ Πάσχα». ˉξˉβ. «Καὶ ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ καὶ εἶπεν· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν». ˉξˉγ. Παρέκοψε τό «λέγω γὰρ ὑμῖν, οὐ μὴ φάγω αὐτὸ ἀπάρτι, ἕως ἂν πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ». 2.116 ˉξˉδ. Παρέκοψε τό «ὅτε ἀπέστειλα ὑμᾶς, μή τινος ὑστερήσατε;» καὶ τὰ ἑξῆς, διὰ τό «καὶ τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι, τό· καὶ μετὰ ἀνόμων