183
ἐθαυματούργουν· καὶ χαρίσματα δὲ εἶχον, οἱ μὲν ἐλάττονα, οἱ δὲ πλείω. Πλέον δὲ πάντων τὸ τῶν γλωσσῶν ἦν παρ' αὐτοῖς χάρισμα. Καὶ τοῦτο αἴτιον σχίσματος αὐτοῖς ἐγένετο, οὐ 61.240 παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀγνωμοσύνην τῶν εἰληφότων. Οἵ τε γὰρ τὰ μείζονα ἔχοντες ἐπῄροντο κατὰ τῶν τὰ ἐλάττονα κεκτημένων· οὗτοι δ' αὖ πάλιν ἤλγουν, καὶ τοῖς τὰ μείζονα ἔχουσιν ἐφθόνουν. Καὶ τοῦτο προϊὼν δείκνυσιν αὐτὸς ὁ Παῦλος. Ἐπεὶ οὖν ἐντεῦθεν καιρίαν ἐλάμβανον πληγὴν, διαλυομένης αὐτοῖς τῆς ἀγάπης, πολλὴν σπουδὴν ποιεῖται, ὥστε αὐτὸ διορθῶσαι. Συνέβη μὲν γὰρ τοῦτο καὶ ἐν τῇ Ῥώμῃ, ἀλλ' οὐχ οὕτω· διόπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ κινεῖ μὲν αὐτὸ, συνεσκιασμένως δὲ καὶ ἐν βραχεῖ, λέγων οὕτω· Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν· οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ' εἷς, ἀλλήλων μέλη. Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅτι δὲ καὶ ἐκεῖνοι εἰς ἀπόνοιαν ἐντεῦθεν ἐνέπιπτον, ἀρχόμενος ᾐνίξατο τοῦτο, οὕτως εἰπών· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως. Ἐκείνοις μὲν οὖν (οὐδὲ γὰρ πολὺ τὸ νόσημα ἦν τῆς διαστάσεως καὶ ἀπονοίας) οὕτω διείλεκται· ἐνταῦθα δὲ μετὰ πολλῆς τῆς σπουδῆς· καὶ γὰρ σφοδρὰ τοῦ πάθους ἦν ἡ νομή. Καὶ οὐδὲ τοῦτο μόνον αὐτοὺς ἐθορύβει, ἀλλὰ καὶ μάντεις ἦσαν αὐτόθι πολλοὶ, ἅτε Ἑλληνικώτερον τῆς πόλεως διακειμένης, καὶ μετὰ τῶν ἄλλων καὶ τοῦτο αὐτοὺς ὑπεσκέλιζε καὶ ἐτάραττε. ∆ιὸ καὶ ἀρχόμενος, πρῶτον τὸ μέσον μαντείας καὶ προφητείας τίθησι. ∆ιὰ τοῦτο καὶ διακρίσεις ἔλαβον πνευμάτων, ὥστε διακρίνειν καὶ εἰδέναι, τίς μὲν ὁ πνεύματι φθεγγόμενος καθαρῷ, τίς δὲ ὁ ἀκαθάρτῳ. Ἐπειδὴ γὰρ αὐτόθεν οὐκ ἦν παρασχεῖν τῶν λεγομένων τὴν ἀπόδειξιν (προφητεία γὰρ οὐκ ἐν τῷ καιρῷ, ᾧ λέγεται, ἀλλ' ἐν τῷ καιρῷ τῆς ἐκβάσεως παρέχεται τῆς οἰκείας ἀληθείας τὸν ἔλεγχον)· καὶ οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς μὲν ὁ προ 61.241 φητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφήτας εἰσάγων ὡς δῆθεν τὰ μέλλοντα προλέγοντας καὶ αὐτούς)· εἶτα ἐπειδὴ τέως ἀνεύθυνα ἦν τὰ λεγόμενα, οὔπω τῶν πραγμάτων ἐκβάντων περὶ ὧν προελέγετο, καὶ ῥᾳδίως παρεκρούετο (τὸν γὰρ ψευδόμενον καὶ τὸν ἀληθεύοντα τὸ τέλος ἤλεγχεν)· ἵνα δὴ μηδὲ πρὸ τοῦ τέλους ἀπατῶνται οἱ ἀκροαταὶ, δίδωσιν αὐτοῖς σημεῖον, ὃ καὶ πρὸ τῆς ἐκβάσεως ἐδείκνυ τοῦτον κἀκεῖνον· καὶ ἐντεῦθεν λαβὼν ἀκολουθίαν καὶ ἀρχὴν, οὕτω καὶ εἰς τὸν περὶ τῶν χαρισμάτων ἐκβαίνει λόγον, καὶ τὴν φιλονεικίαν διορθοῦται τὴν καὶ ἐντεῦθεν γινομένην. Τέως μέντοι τοῦ περὶ τῶν μάντεων ἄρχεται λόγου οὕτω λέγων· Περὶ δὲ τῶν πνευματικῶν οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· πνευματικὰ τὰ σημεῖα καλῶν, ὅτι ταῦτα ἔργα τοῦ Πνεύματος μόνου, οὐδὲν ἀνθρωπίνης ἐπεισφερούσης σπουδῆς εἰς τὸ τὰ τοιαῦτα θαυματουργεῖν. Καὶ μέλλων περὶ αὐτῶν διαλέγεσθαι, πρότερον, ὅπερ ἔφην, τῆς μαντείας τὴν διαφορὰν καὶ τῆς προφητείας τίθησιν, οὕτω λέγων· Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐν τοῖς εἰδώλοις, φησὶν, εἴποτε κατεσχέθη τις ὑπὸ πνεύματος ἀκαθάρτου καὶ ἐμαντεύετο, ὥσπερ ἀπαγόμενος, οὕτως εἵλκετο ὑπὸ τοῦ πνεύματος δεδεμένος, οὐδὲν εἰδὼς ὧν λέγει. Τοῦτο γὰρ μάντεως ἴδιον, τὸ ἐξεστηκέναι, τὸ ἀνάγκην ὑπομένειν, τὸ ὠθεῖσθαι, τὸ ἕλκεσθαι, τὸ σύρεσθαι ὥσπερ μαινόμενον. Ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ μετὰ διανοίας νηφούσης, καὶ σωφρονούσης καταστάσεως, καὶ εἰδὼς ἃ φθέγγεται, φησὶν ἅπαντα. Ὥστε καὶ πρὸ τῆς ἐκβάσεως κἀντεῦθεν γνώριζε τὸν μάντιν καὶ τὸν προφήτην. Καὶ σκόπει πῶς ἀνύποπτον ποιεῖ τὸν λόγον· αὐτοὺς μάρτυρας καλεῖ τοὺς ἐν τῇ πείρᾳ τοῦ πράγματος γενομένους. Ὅτι γὰρ οὐ ψεύδομαι,