232
καὶ ἐφίλει ὁμοίως καὶ ἐθεράπευε. Πάλιν νικήσας τὸν πόλεμον ἐκεῖνον τὸν μέγαν καὶ φοβερὸν, καὶ τοὺς βαρβάρους 61.303 κατὰ κράτος ἐλάσας, οὐκ ἐμπομπεύει τῇ νίκῃ, οὐδὲ τρόπαιον ἵστησι· σῶσαι γὰρ ἐβούλετο μόνον, οὐκ ἐπι- δείξασθαι. Ξένους ἐδέχετο πάλιν, καὶ οὐδὲ ἐνταῦθα ἐκενοδόξει, ἀλλ' αὐτὸς καὶ προσέτρεχε καὶ προσεκύνει, οὐχ ὡς εὖ ποιῶν, ἀλλ' ὡς εὖ πάσχων, καὶ κυρίους καλεῖ, οὐδὲ εἰδὼς τίνες ποτέ εἰσιν οἱ παραγενόμενοι, καὶ παρίστησι τὴν γυναῖκα ἐν τάξει θεραπαινίδος. Καὶ ἐν Αἰγύπτῳ δὲ πρὸ τούτου θαυμαστὸς οὕτω φανεὶς, καὶ αὐτὴν ταύτην τὴν γυναῖκα ἀπολαβὼν, καὶ τοσαύτης ἀπολαύσας τιμῆς, πρὸς οὐδένα ἐπι- δείκνυται· ἀλλ' οἱ μὲν ἐγχώριοι καὶ βασιλέα αὐτὸν ἐκάλουν, αὐτὸς δὲ καὶ τιμὴν κατέβαλε τοῦ τάφου. Καὶ ἡνίκα δὲ ἔπεμπε μνηστευσόμενος τῷ παιδὶ, οὐ- δὲν ἐκέλευσε μέγα περὶ αὐτοῦ καὶ λαμπρὸν εἰπεῖν, ἀλλ' ἁπλῶς ἀγαγεῖν τὴν νύμφην. Βούλει καὶ τοὺς ἐπὶ τῆς χάριτος ἐξετάσαι, ὅτε πολλὴ πανταχόθεν αὐτοὺς περιέῤῥει τῆς διδασκαλίας ἡ δόξα, καὶ ἰδεῖν καὶ τότε τοῦτο τὸ πάθος ἐκβεβλημένον; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν ταῦτα λέγοντα, πῶς ἀεὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, πῶς τῶν μὲν ἁμαρτημάτων αὑτοῦ μέμνηται συνεχῶς, τῶν δὲ κατ- ορθωμάτων οὐκέτι. Πλὴν εἴ ποτε μαθητὰς ἐπανορ- θῶσαι δέοι, κἂν ἀναγκασθῇ ποιῆσαι τοῦτο, ἀφροσύ- νην τὸ πρᾶγμα καλεῖ, καὶ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ οὐκ αἰσχύνεται ἐργαζόμενος παρὰ Πρισκίλλῃ καὶ Ἀκύλᾳ, καὶ πανταχοῦ ταπεινὸν ἑαυ-τὸν ἐσπούδακε δεικνύναι, οὐ σοβῶν ἐπὶ τῆς ἀγορᾶς, οὐδὲ ὄχλους περιφέρων, ἀλλ' ἐν τοῖς ἀσήμοις κατα- τάττων ἑαυτόν. ∆ιὸ καὶ ἔλεγεν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, τουτέστιν, εὐκαταφρόνητος καὶ οὐδὲν ἔχουσα κομψόν· καὶ πάλιν, Εὔχομαι ὑμᾶς μὴ ποιῆσαι κακὸν μηδὲν, ἵνα μὴ ἡμεῖς δόκιμοι φα- νῶμεν. Καὶ τί θαυμαστὸν, εἰ δόξης καταφρονεῖ ταύ- της; Ὁ γὰρ τῆς ἄνω δόξης καταφρονῶν καὶ βασι- λείας καὶ γεέννης διὰ τὸ τῷ Χριστῷ δοκοῦν (καὶ γὰρ ἀνάθεμα εὔχεται εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῆς τοῦ Χριστοῦ δόξης· κἂν γὰρ ὑπὲρ Ἰουδαίων τοῦτο λέγῃ βούλεσθαι πάσχειν, διὰ τοῦτο λέγει, ἵνα μὴ δόξῃ τις τῶν ἀνοήτων ἐπιλαμβάνεσθαι τῶν ἐπαγγελιῶν τῶν πρὸς αὐτοὺς γεγενημένων)· εἰ τοίνυν ἐκεῖνα παρα- δραμεῖν ἕτοιμος, τί θαυμάζεις, εἰ τὰ ἀνθρώπων ὑπερορᾷ; Ἀλλὰ τοὺς νῦν ἅπαντα βαπτίζει, οὐ δόξης ἐπιθυμία μόνον, ἀλλὰ καὶ τοὐναντίον ὕβρις καὶ ἀτι- μίας δέος. Ἄν τε γὰρ ἐπαινέσῃ τις, ἐφυσήθης, ἄν τε ψέξῃ, κατηνέχθης ἄν. Καὶ καθάπερ τὰ ἀσθενῆ σώ- ματα καὶ ἀπὸ τῶν τυχόντων ἐπηρεάζεται, οὕτω καὶ αἱ χαμαίζηλοι ψυχαί. Τοὺς γὰρ τοιούτους οὐ πενία μόνον, ἀλλὰ καὶ πλοῦτος ἀπόλλυσιν, οὐ λύπη μόνον, ἀλλὰ καὶ χαρὰ, καὶ τὰ χρηστὰ μᾶλλον ἢ τὰ λυπη- ρά. Ἡ μὲν γὰρ πενία καὶ σωφρονεῖν ἀναγκάζει, ὁ δὲ πλοῦτος καὶ εἰς κακόν τι μέγα ἐξάγει πολλάκις. Καὶ ὥσπερ οἱ πυρέττοντες πρὸς πάντα εἰσὶ δυσάρε- στοι, οὕτω καὶ οἱ διεφθαρμένοι τὴν ψυχὴν πάντοθεν πλήττονται. ʹ. Ταῦτ' οὖν εἰδότες, μὴ πενίαν φεύγωμεν, μὴ πλοῦτον θαυμάζωμεν, ἀλλὰ τὴν ψυχὴν πρὸς πάντα ἱκα- νὴν κατασκευάζωμεν. Καὶ γὰρ οἰκίαν τις οἰκοδομού- μενος, οὐ τοῦτο σκοπεῖ, ὅπως μήτε ὑετὸς ἐπ' αὐτὴν κατενεχθείη, μήτε ἀκτὶς ἔλθοι· τοῦτο γὰρ ἀμήχανον· ἀλλ' ὅπως αὐτὴ ἱκανὴ γένοιτο πάντα φέρειν. Καὶ ὁ πλοῖον δὲ τεκταινόμενος, οὐχ ὅπως μὴ κύματα αὐτῷ προσρήξειε, μηδὲ χειμὼν ἀρθείη θαλάσσης, ποιεῖ τι καὶ μηχανᾶται· καὶ γὰρ καὶ τοῦτο ἀμήχανον· 61.304 ἀλλ' ὅπως οἱ τοῖχοι τῆς νεὼς πρὸς ἅπαντα εἶεν ἐπι- τήδειοι. Καὶ ὁ σώματος φροντίζων πάλιν οὐ τοῦτο σκοπεῖ, ὅπως μὴ ἀνωμαλία ἀέρων γένοιτο, ἀλλ' ὅπως τὸ σῶμα εὐκόλως ἅπαντα ταῦτα φέροι. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς ποιῶμεν, καὶ μὴ ὅπως φύγωμεν πενίαν, μηδὲ ὅπως γενώμεθα πλούσιοι σπουδάζωμεν, ἀλλ' ὅπως πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἕκαστον τούτων μεταχειρίσωμεν. ∆ιὸ ταῦτα ἀφέντες, κατασκευά- ζωμεν τὴν ψυχὴν καὶ πλούτῳ καὶ πενίᾳ ἐπιτηδείαν. Κἂν γὰρ μηδὲν ἀνθρώπινον συμβαίνῃ, ὅπερ ὡς τὰ πολλὰ ἀδύνατον, καὶ οὕτω βελτίων ὁ μὴ πλοῦτον ζη- τῶν, ἀλλ' εἰδὼς πάντα φέρειν εὐκόλως, τοῦ διαπαντὸς πλουτοῦντος. Τί δήποτε; Πρῶτον μὲν ὁ τοιοῦτος οἴ- κοθεν