256
τετραπλῆν τὴν μαρτυρίαν πλέκων, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὴν διὰ τῶν ἀπο- στόλων, τὴν διὰ τῶν μαθητῶν· μᾶλλον δὲ καὶ πεντα- πλῆν. Καὶ γὰρ καὶ αὕτη ἡ αἰτία δείκνυσι τὴν ἀνάστα- σιν, τὸ ὑπὲρ ἀλλοτρίων ἁμαρτιῶν ἀποθανεῖν. Εἰ τοίνυν τοῦτο ἀποδέδεικται, εὔδηλον ὅτι καὶ τὸ ἕτερον ἕπεται, τὸ καὶ τοὺς λοιποὺς ἐγείρεσθαι νεκρούς. ∆ιὸ καὶ ὡς ἐπὶ ὁμολογουμένου ἐγκαλεῖ καὶ ἐπαπορεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; καὶ ταύτῃ πάλιν ὑποτεμνόμενος τὴν θρασύτητα τῶν ἀντιλεγόντων. Οὐ γὰρ εἶπε, Πῶς λέγετε ὑμεῖς, ἀλλὰ, Πῶς λέγουσί τινες ἐν ὑμῖν· καὶ οὔτε πάντων ποιεῖ- ται τὴν κατηγορίαν, οὔτε αὐτοὺς τούτους, οὓς αἰτιᾶ- ται, δήλους καθίστησιν, ὥστε μὴ ποιῆσαι ἀναισχυν- τοτέρους, οὐδ' αὖ πάλιν ἀποκρύπτεται καθόλου, ὥστε αὐτοὺς διορθῶσαι. ∆ιὰ δὴ τοῦτο καὶ ἀποσχίσας αὐτοὺς τοῦ πλήθους, πρὸς αὐτοὺς ἀποδύεται, ταύτῃ τε ἀσθενεστέρους ποιῶν καὶ καταπλήττων, καὶ τοὺς ἄλλους ἐν τοῖς πρὸς τούτους ἀγῶσι κατέχων ἀσφα- λέστερον ἐπὶ τῆς ἀληθείας, καὶ οὐκ ἀφεὶς αὐτομο- 61.334 λῆσαι πρὸς τοὺς διαφθείρειν αὐτοὺς ἐσπουδακότας. Καὶ γὰρ καταφορικῶς παρεσκεύασται χρήσασθαι τῷ λόγῳ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι τοῦτο μὲν σαφὲς καὶ δῆλον ἅπασι, τὸ τὸν Χριστὸν ἐγηγέρθαι, καὶ οὐδεὶς ἀμφιβάλλει· οὐ μὴν τοῦτο καὶ τὸ ἕτερον συναναγκά- ζει, τὴν τῶν ἀνθρώπων ἀνάστασιν· τὸ μὲν γὰρ καὶ προανεφωνήθη καὶ ἐξέβη καὶ ἐμαρτυρήθη διὰ τῆς ὄψεως, τὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως· τὸ δὲ ἔτι ἐν ἐλπίσιν ἐστὶ, τὸ ἡμέτερον· ὅρα τί ποιεῖ· ἐκ θατέρου μέρους πάλιν αὐτὸ κατασκευάζει, ὅπερ πολλῆς δυνά- μεως ἦν. Τί γὰρ λέγουσι, φησὶ, τινὲς, ὅτι οὐκ ἔστι νεκρῶν ἀνάστασις; οὐκοῦν καὶ ἐκεῖνο πάλιν ἐκ τού- του ἀνῄρηται, τὸ τὸν Χριστὸν ἐγηγέρθαι. ∆ιὸ καὶ ἐπάγει λέγων· Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶδες τὴν βίαν, καὶ τὴν φιλονεικίαν Παύλου τὴν ἄμαχον, πῶς οὐκ ἐκ τοῦ δήλου μόνου τὸ ἀμφιβαλλόμενον, ἀλλὰ καὶ ἐκ τοῦ ἀμφιβαλλομένου τοῖς ἀντιλέγουσι τέως ἐκεῖνο τὸ δῆ- λον πειρᾶται ἀποδεικνύναι; οὐκ ἐπειδὴ ἐδεῖτο ἀπο- δείξεως τὸ ἤδη γεγενημένον, ἀλλ' ἵνα δείξῃ τοῦτο ὁμοίως ἐκείνῳ πιστὸν ὄν. βʹ. Καὶ ποία αὕτη ἀκολουθία, φησί; Τὸ μὲν γὰρ τοῦ Χριστοῦ μὴ ἐγερθέντος, μηδὲ ἄλλους ἐγείρεσθαι, ἀκόλουθον· τὸ δὲ εἰ ἄλλοι μὴ ἐγερθεῖεν, μηδὲ τοῦτον ἐγηγέρθαι, πῶς ἂν ἔχοι λόγον τινά; Ἐπεὶ οὖν τοῦτο οὐ σφόδρα ἐδόκει λόγον ἔχειν, ὅρα πῶς ἐργάζεται αὐτὸ σφοδρῶς, ἄνωθεν τὰ σπέρματα προκαταβάλλων, ἀπ' αὐτῆς τοῦ κηρύγματος τῆς ὑποθέσεως, οἷον ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀποθανὼν ἐγή- γερται, καὶ ὅτι ἀπαρχὴ τῶν κεκοιμημένων ἐστίν. Ἡ γὰρ ἀπαρχὴ τίνος ἂν εἴη ἀπαρχὴ, εἰ μὴ τῶν ἐγειρομένων; πῶς δ' ἂν εἴη ἀπαρχὴ οὐκ ἐγειρομέ- νων ἐκείνων ὧν ἐστιν ἀπαρχή; πῶς οὖν οὐκ ἐγεί- ρονται; εἰ δὲ οὐκ ἐγείρονται, διὰ τί ἠγέρθη ὁ Χρι- στός; διὰ τί ἦλθε; διὰ τί σάρκα ἀνέλαβεν, εἰ μὴ ἔμελλεν ἀναστήσειν σάρκα; οὐ γὰρ ἐδεῖτο αὐτὸς, ἀλλὰ δι' ἡμᾶς. Ἀλλὰ ταῦτα μὲν ὕστερον τίθησι προϊὼν, τέως δέ φησιν· Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· ὡς ἐκείνου τούτῳ συνημμένου· εἰ γὰρ μὴ ἔμελλεν ἀνίστασθαι, οὐδ' ἂν ἐκεῖνο ἐποίη- σεν. Εἶδες κατὰ μικρὸν ὅλην τὴν οἰκονομίαν ἀνατρε- πομένην ἐκ τῶν ἐκείνων ῥημάτων καὶ τῆς περὶ τὴν ἀνάστασιν ἀπιστίας; Ἀλλὰ τέως οὐδὲν περὶ τῆς σαρκώσεως λέγει, ἀλλὰ περὶ τῆς ἀναστάσεως. Οὐ γὰρ τὸ σαρκωθῆναι, ἀλλὰ τὸ ἀποθανεῖν τὸν θάνατον ἔλυσεν· ἐπεὶ σάρκα ἔχοντος, ἔτι ἐκράτει ἡ τυραννὶς ἡ ἐκείνου. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν. Καίτοι γε ἀκόλουθον ἦν εἰπεῖν· Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, τοῖς φανεροῖς μάχεσθε καὶ προφήταις τοσούτοις καὶ πραγμάτων ἀληθείᾳ· ἀλλὰ τὸ πολλῷ φοβερώτερον αὐτοῖς τίθησι· Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Κατασεῖσαι γὰρ αὐτῶν τὴν διάνοιαν βούλεται. Τὸ πᾶν ἀπωλέσαμεν, φησὶν, ἅπαντα οἴχε- ται, εἰ μὴ ἠγέρθη. Εἶδες ὅσον τῆς οἰκονομίας τὸ μυστήριον; Εἰ γὰρ ἀποθανὼν οὐκ ἴσχυσεν ἀναστῆναι, οὔτε ἡ ἁμαρτία λέλυται, οὔτε ὁ θάνατος καθῄρηται, οὔτε ἡ κατάρα