260
ρίζεται, καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν ὄντα ὑψοῖ. Εὑρεθήσεται ἄρα ἀτελὴς ὢν, καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα, καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν ἕψεται ἄτοπα. Ἀλλ' ἐὰν τὴν οἰκο- νομίαν προσθῇς, οὐχ ἁμαρτήσῃ ταῦτα λέγων. Ταῦτα 61.339 δὴ καὶ ἐνταῦθα λογίζου, καὶ μετὰ τῆς γνώμης ἐκδέ- χου ταύτης τὰ εἰρημένα. εʹ. Μετὰ δὲ τούτων καὶ ἑτέρας αἰτίας ἐροῦμεν. Τέως καὶ ἐκεῖνο ἀναγκαῖον εἰπεῖν, ὅτι καὶ περὶ ἀναστάσεως ὁ λόγος ἦν τῷ Παύλῳ, πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. Καὶ γὰρ ἐν τοῖς ἄλλοις ἀλλήλοις συῤῥηγνύμενοι, ἐν τούτῳ πάντες, ἅτε ἐξ ἑνὸς στό- ματος, συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστα- σιν. Ἀγωνιζόμενος τοίνυν ὑπὲρ τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης καὶ καταγελωμένης καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην καὶ διὰ τὴν τοῦ πράγμα- τος δυσκολίαν, καὶ βουλόμενος κατασκευάσαι τὸ δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν ἑωρακότων καὶ ἀπὸ τῶν πι- στευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην τὴν εἰς ἄτοπον ἀπαγωγὴν, καὶ τὴν τῶν ἀνθρώπων κατα- σκευάζει λοιπόν· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶτα συνεχῶς ταῦτα ἀντιστρέψας ἐν τοῖς ἔμπροσθεν, ἑτέρως πάλιν ἐπι- χειρεῖ, ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταρ- γοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θάνατον ἔσχατον. Πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον, ἅπερ εἶχεν, ἀποβάλῃ σώματα; Ἐπεὶ οὖν μεγάλα περὶ τοῦ Μονογενοῦς ἐφθέγξατο, ὅτι πα- ραδίδωσι τὴν βασιλείαν, τουτέστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθη- σιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγε, τὴν ἀπιστίαν τῶν πολλῶν διορθούμενος· ∆εῖ γὰρ αὐτὸν βασι- λεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐ τέλος ἐπιτιθεὶς τῇ βασιλείᾳ τὸ, Ἄχρις, εἶπεν, ἀλλ' ἀξιόπιστον ποιῶν τὸ εἰρημέ- νον, καὶ θαῤῥεῖν παρασκευάζων. Μὴ γὰρ, ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη καὶ τοῦ θανάτου τὴν τυραννίδα καὶ τὰ κακὰ ἅπαντα, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἂν ποιήσῃ ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν· οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ' ἐκεῖνο κατασκευάζων, ὅτι κἂν μὴ νῦν γένηται, πάντως ἔσται. Οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία· κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἂν πάντα κατορθώσῃ. Τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ Παλαιᾷ εὕροι τις ἂν, ὡς ὅταν λέγῃ, Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα· καὶ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ταῦτα δὲ λέγει ὁ προφήτης καὶ τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων διηγῆται μακρῷ χρόνῳ κατορθουμένων καὶ πάντως ἐσομένων, τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. Ὅτι δὲ τὸ, Ἄχρις, ἐπὶ Θεοῦ λεγόμενον, καὶ Ἕως, οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· καὶ πάλιν, Ἐγώ εἰμι· καὶ, Ἕως ἂν καταγηράσετε, ἐγώ εἰμι. ∆ιὰ δὴ τοῦτο καὶ ἔσχα- τον τίθησιν τὸν θάνατον, ἵνα ἀπὸ τῆς τῶν ἄλλων νίκης καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ ἀπιστοῦντι. Ὅταν γὰρ τὸν διάβολον ἀνέλῃ τὸν εἰσαγαγόντα τὸν 61.340 θάνατον, πολλῷ μᾶλλον τὸ ἔργον τὸ ἐκείνου καταλύσει. Ἐπεὶ οὖν πάντα αὐτῷ ἀνατέθεικε, τὸ καταργεῖν τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκου- μένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν (τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον)· καὶ οὐκ εἶπεν, ὅτι ὁ Πατὴρ δι' αὐτοῦ, ἀλλ' αὐτὸς καταργήσει, καὶ αὐτὸς θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος ἐμνημόνευσεν· ἐφοβήθη λοιπὸν, μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων ἢ μείζων εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ ἑτέρα τις ἀρχὴ ἀγέννητος· καὶ διὰ τοῦτο ἠρέμα ἀσφαλιζόμενος παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημέ- νων, λέγων· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· πάλιν