270
διαλυθέντα δυνήσεται ἀναστῆσαι. Καὶ ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ μεθ' ὑπερβολῆς ἐκωμῴδησεν, εἰς γαστριμαργίαν, εἰς ἄνοιαν, εἰς παραπληξίαν διαβάλλων, παραμυθούμενος τὰ εἰρημένα, φησί· Πρὸς ἐντροπὴν ὑμῖν λέγω, τουτέστιν, ὥστε διορ- θῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. ∆έδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ. δʹ. Ταῦτα δὲ μὴ πρὸς ἐκείνους εἰρῆσθαι νομίζωμεν μόνον, ἀλλὰ καὶ νῦν εἰρῆσθαι πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας. Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι. ∆ιὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς κακῶς ἁρπάζοντας. Ἔστι γὰρ ἁρπαγὴ καλὴ ἡ τῶν οὐρανῶν ἁρπαγὴ, ἡ μηδὲν βλάπτουσα. Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον ἅπαν, οὐκ ἔστι τινὰ γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον· ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γε- νέσθαι εὔπορος. Ἐν μὲν γὰρ τοῖς σωματικοῖς ἡ με- τάδοσις μείωσιν ποιεῖ· ἐν δὲ τοῖς πνευματικοῖς ἡ μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μετα- δοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κό- λασιν ἐσχάτην ἐπάγει. Καὶ δείκνυσι τοῦτο ὁ τὸ τά- λαντον κατορύξας. Καὶ γὰρ ὁ λόγον ἔχων σοφίας, με- ταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς· οἴκοι δὲ κατακρύψας, ἀπεστέ- ρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν ὠφέλειαν. Πάλιν ὁ χαρίσματα ἔχων ἕτε- ρα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν· καὶ οὔτε αὐτὸς ἐξεκενώθη τῇ μεταδόσει, καὶ πολλοὺς ἑτέρους ἐνέπλησε τῆς πνευματικῆς δωρεᾶς. Καὶ ἐπὶ πάντων τῶν πνευματικῶν ἀκίνητος οὗτος ὁ κανὼν διαμένει. Οὕτω καὶ ἐπὶ τῆς βασιλείας, ὁ μὲν κοινω- νοὺς πολλοὺς κατασκευάζων ἑαυτῷ τῆς βασιλείας, ταύτῃ μειζόνως αὐτῆς ἀπολαύσεται πάλιν· ὁ δὲ μη- δένα σπουδάζων λαβεῖν κοινωνὸν, καὶ αὐτὸς ἐκπεσεῖ- ται τῶν πολλῶν ἀγαθῶν ἐκείνων. Εἰ γὰρ ἡ σοφία ἡ αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε ὁ τεχνίτης πολλοὺς τοὺς τεχνίτας ποιῶν ἀπόλλυσι τὴν τέχνην, πολλῷ μᾶλλον ὁ τὴν βασιλείαν ἁρπάζων ἐλάτ- τονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται ὁ πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν. Ἁρ- πάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονά- ζοντα ἐν τῷ ἁρπάζεσθαι· ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον. Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀέν- ναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον ἐξην- τλεῖτο, ἕτερος δὲ τόπος ἦν θησαυρὸν ἔχων κατορω- ρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖ- θεν; ∆ῆλον. Ἀλλ', ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀνα- πλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ 61.353 ἐπὶ τοῦ ἡλίου· ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ· ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόν- των καὶ μὴ ἀπολαυόντων, ὅμοια μένει μὴ ἐλαττού- μενα. Ὃ δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ὁμοία μένει ἡ πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη, ἀλλ' αὔξεται μᾶλλον διαδιδομένη. Εἰ δέ τις οὐκ ἀνέχεται τῶν εἰρημένων, ἀλλ' ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμε- να, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολά- σεως. Ὅπερ γὰρ ἐπ' ἐκείνης συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν. Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας. Τοῦτο καὶ νῦν γίνεται ἐπὶ τούτων. Τὸ μὲν γὰρ μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι· μίαν γὰρ πλη- ροῦμεν γαστέρα· ἡ δὲ κόπρος παρὰ σοὶ πλείων τῷ τρυφῶντι. Καὶ καθάπερ ἐκεῖ ἐν ταῖς οἰκίαις οἱ τὸ πλέον τοῦ νενομισμένου συλλέγοντες, οὐ μάννα συν- ῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα· οὕτω δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστρι- ζόμενοι καὶ μεθύοντες. Ἀλλ' ὅμως τοσούτῳ χείρους ἐκείνων